20
τιμωρίαις τοὺς ἄνδρας ὑποβαλὼν, ἑλληνίζειν ἠνάγκαζε· τόν τε πάτριον αὐτῶν ἀφελόμενος κόσμον, ∆ιὸς Ὀλυμπίου ἀνέστησεν ἄγαλμα· ἐντεῦθέν τε ὡς ἐπὶ τὴν Σαμάρειαν ἀνῆλθε, καὶ ∆ιὸς ξενίου τέμενος ᾠκοδόμησεν. Καὶ Ματθίας Ἀσμωνίου παῖς τὴν ἱερατείαν παρείληφεν ἐν Ἱερουσαλὴμ, καὶ τοὺς Ἀντιόχου στρατηγοὺς διεχρήσατο. Ἀλλ' ὁ μὲν ἀπὸ Σαμαρείας οἴκων *, αὐτόν τε τὸν Ματθίαν ἀναιρεῖ, καὶ τοὺς λεγομένους Μακκαβαίους κολάζει, τό τε ἱερὸν χοιρείοις αἵμασι βεβηλοῖ, καὶ στρατηγοὺς ἰδίους ἄρχειν τοῦ ἔθνους καθίστησιν. Αὐτός τε ἐπὶ τὴν Συρίαν ἀνελθὼν μεταλλάττει τὸν βίον, Ἀντιόχου τοῦ Εὐπάτορος τὴν ἀρχὴν διαδεξαμένου. 59 Ibid.: Ἐπειδὴ δὲ ∆ημήτριος Ἀντιόχου τοῦ Ἐπιφανοῦς υἱὸς παρὰ Ῥωμαίοις ὁμηρεύων, τὸν τοῦ πατρὸς ἐπύθετο θάνατον, καὶ τὴν βασιλείαν πρὸς τοῦ Εὐπάτορος ἁρπαγεῖσαν, ἱκετεύσας τὴν βουλὴν, καὶ πολλῆς ἐπικουρίας τυχὼν, ἐπὶ τὴν Συρίαν ἐπανέρχεται. Καὶ κατακτείνει μὲν τὸν Εὐπάτορα δύω ἔτεσιν ἐπιτρυφήσαντα, ἀναλαμβάνει δὲ τὴν βασιλείαν· καὶ σύμμαχος τοῦ Ῥωμαίων γένους κληθεὶς, βεβαίας ἀπήλαυσε τῆς ἡγεμονίας. Ἐνιαυτοὺς δὲ βʹ πρὸς τοῖς δέκα βιώσας, ὑπ' Ἀλεξάνδρου δολοφονεῖται, τοῦ καὶ τὴν ἀρχὴν διαδεξαμένου. 60 Ibid.: Ὅτι κατὰ τὴν Ἰβηρίαν Βορίανθος (deb. Βυρίατθος) ἦν ἀνὴρ ἀφανὴς τὸ γένος, εὐτελής τε τὴν ἐπιτήδευσιν, οὐδὲν ὅτι μὴ ποιμὴν τὸ κατ' ἀρχάς· οὗτος μετὰ ταῦτα λῃστρικοῦ τινος ἡγήσατο τάγματος· τελευταῖον τοσαύτην περιεβάλετο δύναμιν, καὶ τοσαῦτα κοινωνῆσαί οἱ τῆς ἐπιχειρήσεως ἀνέπεισε γένη, ὡς ἀξιόμαχος νομισθῆναι Ῥωμαίοις, ἱκανός τε πρὸς τὴν ἀρχαίαν καὶ πάτριον τοὺς Ἴβηρας ἐπαναγαγεῖν πολιτείαν. Πρῶτος γοῦν Κόϊντος Κεκίλιος Μέτελλος ἐπὶ τόνδε τὸν πόλεμον στρατηγὸς ἐκπέμπεται, ὃς ἄριστα καὶ τῆς Ῥωμαίων δυνάμεως ἀξίως τοῖς ἀποστᾶσι Κελτιβήρων προσεπολέμησε. Μηκυνομένου δὲ παρ' ἐλπίδα τοῦ πολέμου, Κόϊντος Πομπήϊος αὖθις στρατηγὸς ἐξέπλει, μεθ' ὃν Κόϊντος Καιπίων ἐπὶ τὸν αὐτὸν ἐξεπέμφθη πόλεμον. Ὧν μάλιστα πάντων ἕνεκα δείσαντες οἱ βάρβαροι, κτείνουσι τὸν Βορίανθον, τέσσαρα καὶ δέκα Ῥωμαίοις ἔτη ἐναντίως πολεμήσαντα· ταύτῃ προσάγεσθαι τὸν ἡγούμενον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς εὔνοιαν αὐτῶν καὶ φειδὼ λογισάμενος. Καὶ δὴ ἀφικόμενοι τῶν αὐθεντῶν τοῦ Βοριάνθου τινὲς ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ τοῦ ὑπάτου κομίζεσθαι. Οἷς ὁ Καιπίων ἀποκρίνεται, μηδαμῶς εἶναι Ῥωμαίοις ἔννομον ἐπαινεῖσθαι τὰς κατὰ τῶν στρατηγῶν τοῖς ἀρχομένοις ἐπιχειρουμένας ἐπιβουλάς. 61 Ibid.: Ὅτι ἐπὶ ὑπάτων Γαΐου Κεκιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος, ἐπὶ τῆς ρξζʹ Ὀλυμπιάδος ὁ δουλικὸς πόλεμος ἐγένετο ἐν Σικελίᾳ. Οἱ γὰρ ταύτην νεμόμενοι τὴν χώραν, πολλῇ τῶν ἐπιτηδείων ἐντρυφῶντες δαψιλείᾳ, οὐ σταθμητὸν ἐκτήσαντο δούλων πλῆθος, πρός τε τὰς τῶν ἀγρῶν ἐξασκοῦντες αὐτὸ τριβὰς, καὶ τῇ πανοπλίᾳ γυμνάζοντες, οὐ μόνον τοὺς περιοίκους ἐληΐζοντο, ἀλλὰ καὶ τοῖς διοδευομένοις ξένοις ἐπαφιέντες τούτους, τῶν ἐπιφερομένων αὐτοὺς ἀφῃροῦντο φορτίων. Καὶ τοῖς μὲν δραπέταις οὐδὲν τῆς λείας παρεῖχον, αὐτοὶ δὲ πολλῶν γεγενημένοι κύριοι χρημάτων, ἐκράτουν μα νικῶς ἁπάσης τῆς Σικελίας. Οἱ γοῦν δραπέται τῇ σπάνει τῶν ἀναγκαίων βεβιασμένοι, τῇ τε τῶν ὅπλων θαρροῦντες ἀσκήσει, καὶ τῇ καθαρᾷ συνελαυνόμενοι δίκῃ, ἐπὶ τοὺς αὐθέντας τῶν δεινῶν μεταβάλλουσι τὰς χεῖρας, σύνθημα νυκτερινὸν ἐπαγγείλαντες παντὶ τῷ δουλικῷ πλήθει, Εὔνουν τέ τινα λεγόμενον δραπέτην, φύσει τε μιαρὸν καὶ πανοῦργον καὶ τῆς μυσαρᾶς μιαιφονίας αὐθέντην, βασιλέα ἀποδεικνύντες. Ἐπειδὴ δὲ οὗτος τῆς νυκτερικῆς ἐκείνης μανίας βασιλεὺς ὠνομάσθη, συνεσκεύαζε τὰς ἀρχὰς δορυφόρους τε πλείστους, καὶ τῶν δραμάτων ἄρχοντας ἀπεδείκνυ. Καὶ πάλαι μὲν τοῖς ἑαυτοῦ δεσπόταις ταῦτα τερατευόμενος ἐπήγγελτο· ἐπειδὴ δὲ τῆς ὀλεθρίας ἐπελάβετο δυναστείας, μυριάδας (τε) πλείους ἢ τεσσαράκοντα συναθροίσας, ἐν αὐτοῖς τοῖς οἴκοις ἀναιρεῖ τοὺς δεσπότας· τοὺς μὲν αἰκίαις ὑποβάλλων, τοὺς δὲ καὶ κατὰ τῶν