1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

22

καὶ γενναίου τὰ πολεμικά. Ὁ γάρ τοι Βόκχος τιθασσευθεὶς ὑπὸ τοῦ Σύλλου, καὶ φιλοφροσύνῃ λόγου πρὸς εὔνοιαν ὑπαχθεὶς, τὸν μὲν Ἰουγούρθαν καταφυγόντα μετὰ τὴν ἧτταν ὡς αὐτὸν, καίτοι γαμβρὸν ὄντα, σὺν ὀλίγοις στρατιώταις ἀφικόμενος τῷ Σύλλᾳ δίδωσιν ἄγειν, αὐτὸς δὲ τὰ Ῥωμαίων εἵλετο. Οὕτως ἄρα λόγος μέτριος καὶ φιλοφροσύνη μείζονα πολλάκις τῶν ὅπλων καὶ τῶν πολυανθρώπων καθώρθωσε στρατοπέδων. Ὁ γοῦν Σύλλας ἐπὶ τούτων μεγαλαυχούμενος, καὶ πᾶν τὸ πραχθὲν περὶ τὸν Ἰουγούρθαν οἰκειούμενος, ἐς τοῦτο προῆλθε φιλοτιμίας, ὡς ἐντυπῶσαι δακτυλίῳ τὴν εἰκόνα τῆς πράξεως· ἐνεγέγλυπτο γὰρ ὁ μὲν Βόκχος παραδιδοὺς, ὁ δὲ Σύλλας τὸν Ἰουγούρθαν παραλαμβάνων· ἐφ' ᾧ δὴ χαλεπαίνειν αὐτῷ καὶ φθονεῖν ἀδήλως ὁ Μάριος ἤρξατο. 65 ιβιδ.: Ὅτι Τρύφων τὸν βασιλέα Συρίας Ἀντίοχον, οὗ μικρὸν πρόσθεν σύμμαχος ἐγεγόνει, διεχρήσατο δόλῳ· αὐτός τε τὴν ἀρχὴν διαδεξάμενος, αὐτίκα ὑπὸ τῶν Σύρων διαφθείρεται. Κρατεῖ δὲ τῆς ἡγεμονίας Ἀντίοχος ὁ Σιδήτης, ∆ημητρίου μὲν παῖς τοῦ προτέρου (sc. τοῦ Σωτῆρος) γεγονὼς, ἀδελφὸς δὲ τοῦ δευτέρου ∆ημητρίου (sc. τοῦ Νικάτορος). 66 Ibid.: Ὅτι Ἀντίοχος ὁ Σιδήτης ἐπίκλην, ὁ τὴν Ἱερουσαλὴμ πορθήσας, Συρίας βασιλεὺς, Ἀρσάκῃ τῷ Παρθυαίων δυνάστῃ προσπολεμήσας, ἀναιρεῖται, ἐνάτῳ τῆς βασιλείας ἐνιαυτῷ. Σέλευκος δὲ ἐπὶ τούτῳ τὴν ἀρχὴν διαδέχεται. Ἀλλ' ὁ μὲν ὑπὸ ∆ημητρίου αὖθις ἐπανελθόντος καθαιρεῖται τῆς ἐξουσίας, καταφεύγει τε πρὸς τὸν Παρθυαῖον, καὶ τὴν αὐτοῦ θυγατέρα λαβὼν, μένει κατὰ τὴν χώραν. 2. Σκυθῶν δὲ τότε τὴν μέσην τῶν ποταμῶν ἐπιτρεχόντων, καὶ τὴν Ἀρσάκου βασιλείαν ληιζομένων, αὐτός τε ὁ Παρθυαῖος κατὰ τὸν πόλεμον ἀναιρεῖται, καὶ ὁ μετὰ τοῦτον τὴν ἡγεμονίαν παρειληφὼς, ὑπόφορος γίνεται Σκύθαις. 3. Ἀλέξανδρος δὲ ὁ πρεσβύτερος, ἐκ τῆς Ἀραβίας ἥκων, πολύ τε πλῆθος ἀκοντιστῶν ἐπαγόμενος, ∆ημητρίῳ κατὰ τὴν Συρίαν ἐπολέμει. Ἐπὶ πολύ τε αὐτοῖς τῆς μάχης ἐκτεινομένης φεύγει ∆ημήτριος εἰς Τύρον, καὶ συλληφθεὶς ἀναιρεῖται, ἔτη δʹ τῆς ἀρχῆς ἀπολαύσας. Συνδιαφθείρεται δὲ τούτῳ κατὰ τὴν ∆αμασκὸν καὶ ὁ παῖς Σέλευκος, ὑπὸ τῆς ἑαυτοῦ μητρὸς δολοφονηθεὶς Ἀπάμης. 67 Exc. De virt.: Ὅτι αἰτίαν τῇ πολιτικῇ κινήσει παρεῖχε Γάϊος Μάριος, ἕκτον γεγονὼς ὕπατος. Ἡ μὲν γὰρ βουλὴ τῶν ὑπὸ τοῦ Μιθριδάτου νεωτερισθέντων αἰσθομένη τήν τε Ἀσίαν ἤδη καὶ τὴν Ἑλλάδα κατειληφότος, Κορνήλιον Σύλλαν τὸν ὕπατον ἡγεμόνα τοῦδε τοῦ πολέμου προεχειρίσατο. Ἐπεὶ δὲ οὗτος κατὰ τὴν Καμπανίαν σὺν στρατιᾷ διέτριβε, τὸν κινηθέντα τῶν συμμάχων πόλεμον καθιστάμενος, ἀναιρῶν τε ὅπερ ἦν τῆσδε τῆς ταραχῆς λείψανον, ὁ Μάριος ἐπιθυμήσας τῆς ἐπὶ τὴν Ἀσίαν στρατηλασίας καὶ προσλαβὼν Σουλπίκιον τὸν δήμαρχον, ἄνδρα μοχθηρὸν καὶ μετὰ πάσης τόλμης καὶ ὠμότητος τὴν Ῥώμην ταράσσοντα, βιάζεται πλήθει καὶ ὅπλοις τὴν βουλὴν αὐτὸν ἀντιτάξαι τῷ Μιθριδάτῃ. Καὶ τὸν Σύλλαν ἀπὸ στρατοπέδου πάροντα μικροῦ μὲν ἐδέησεν ἀνελεῖν· ἐπεὶ δὲ συγχωρεῖν αὐτὸς ἔφη τοῖς γινομένοις, παρῆκεν ἀπαθῆ. Καὶ ὃς ἀφικόμενος αὖθις πρὸς τοὺς στρατιώτας, καὶ τὰ πεπραγμένα διεξελθὼν ἐπάγει τῇ πόλει συντεταγμένην τὴν στρατιὰν, καὶ κρατεῖ τῶν περὶ τὸν Μάριον ἀντιταξαμένων, πρῶτός τε Ῥωμαίων σὺν ὅπλοις ἐντὸς παρελθὼν τῆς πόλεως, Σουλπίκιον μὲν τὸν δήμαρχον καταμηνυθέντα πρὸς τοῦ θεράποντος ἀποσφάττει, Μάριον δὲ φυγάδα τῆς πόλεως **. 68 Ibid.: Ὅτι ληξάντων τῶν ἐμφυλίων πολέμων φόνοι καὶ προγραφαὶ τῶν ἐπιφανῶν οἴκων διεδέξαντο τὴν Ῥώμην, ἐς πᾶν ἐπεξιόντος τοῦ Σύλλου τοῖς ἀντιστασιώταις, ὡς τὴν Μαρίου τελευτὴν οὐκ ἀπαλλαγὴν, ἀλλὰ μεταβολὴν τυραννίδος νομισθῆναι Ῥωμαίοις. Τὰ μὲν γὰρ πρῶτα τοὺς ἐχθίστους οἱ τῶν πολιτῶν ἐκποδὼν ποιήσασθαι διεγνωκὼς, διὰ πάσης ὠμότητος ἐπεξῄει τήν τε πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν. Τελευτῶν δὲ ἔστιν οὓς ἢ χρημάτων ἢ κτημάτων ἕνεκα ἐπ' ὠφελείᾳ τῶν ἑαυτοῦ φίλων διέφθειρε. Λέγεται γοῦν Κόϊντον ἄνδρα ἐπιφανῆ, ἐπιεικῆ τε καὶ