1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

26

ᾔσθετο ὅτι οὔτε λαθεῖν οὔτε διαφυγεῖν δύναται, συνεκαλύψατο ἅμα καὶ ἀπώλετο. Ἀνοσίᾳ τε πράξει μεῖζον ἔτι προστιθεὶς ὁ Πτολεμαῖος ἀσέβημα, τῆς κεφαλῆς ἀφαιρεῖται τὸν ἄνδρα. 10. Μετὰ δὲ τὸ πάθος τοῦ Πομπηίου παρῆν εὐθὺς καὶ ὁ Καῖσαρ ἐς Αἴγυπτον, πάλαι μὲν διώκων τὸν πολέμιον, τότε δὲ ὡς παρὰ φίλον τὸν Πτολεμαῖον ἀφιγμένος. Ὁ δὲ ἄρα παραπλήσια καὶ κατὰ τοῦ Καίσαρος ἐβουλεύετο, ἀνελεῖν τὸν ἄνδρα λόχῳ διεγνωκώς. Ἀνοιχθείσης δὲ τῆς ἐπιβουλῆς, πολέμιος ὁ Πτολεμαῖος ἀναφαίνεται, καὶ διὰ μάχης ἐλθὼν τοῖς Ῥωμαίοις, κατ' αὐτὸν τὸν ἀγῶνα διαφθείρεται. Μικρὸν γοῦν ὕστερον ἐν τοῖς νεκροῖς ἀνευρέθη κρικωτὸν θώρακα χρυσοῦν περικείμενος. Αἴγυπτον δὲ Καῖσαρ ἑλὼν, Κλεοπάτρᾳ τὴν ἀρχὴν παραδίδωσιν, ἀδελφῇ μὲν τοῦ πρότερον βασιλεύοντος οὔσῃ, ἀπὸ δὲ τῆς ὥρας αὐτῷ τοῦ σώματος ἐγνωσμένῃ. Φασὶ γὰρ αὐτὴν τῷδε πρώτῳ Ῥωμαίων ἐς κοινωνίαν λέχους ἐλθεῖν. Ἐνδημοῦντος δὲ διὰ ταύτην τοῦ Καίσαρος ἐν Αἰγύπτῳ, λόγος κατέσχε τὸ πλῆθος, ὡς καὶ ἐπανάστασιν αὐτῷ παρὰ τῶν ἐγχωρίων γενέσθαι, καὶ πολλὰς μυριάδας ὑπὸ τῶν Ῥωμαϊκῶν ὅπλων ἐντεῦθεν διαφθαρῆναι. 11. Ὁ δὲ Καῖσαρ ἀκούσας τὸν Μιθριδάτου παῖδα Φαρνάκην αὖθις νεωτερίζειν ἀρξάμενον, ἀπῆρε μὲν ἀπὸ τῆς Αἰγύπτου· καὶ καταστρατευσάμενος ἐπ' αὐτὸν, καὶ περικλείσας ἐν τόπῳ τινὶ τῆς Θετταλίας, πρὸς αὐτόχειρα θάνατον τοῦτον ἐλθεῖν ἠνάγκασεν, ἐς ταύτην αὐτὸν ἀγαγὼν τὴν τελευτὴν τοῦ βίου, ἐς ἣν αὐτὸς πρότερον τὸν πατέρα συνήλασεν. 12. Ἐπειδὴ ταῦτα διαπραξάμενος ἐπανῆλθεν ἐς τὴν Ῥώμην, τρίτον ἑαυτὸν ὕπατον ἀνειπὼν, καὶ κοινωνὸν τῆς ἀρχῆς προσελόμενος Μάρκον Αἰμίλιον Λέπιδον, ὃς κατὰ τὸν ἔμπροσθεν ἐνιαυτὸν ἵππαρχος ἦν αὐτῷ κατὰ μοναρχίαν ἐξηγουμένῳ, πολλούς τε τῶν Πομπηιανῶν ἀνακαλεσάμενος, τῷ τε δήμῳ Ῥωμαίων μεγάλας δωρεὰς καὶ ἀφέσεις χρεῶν χαρισάμενος, στρατηγούς τε τῶν ἀναγκαίων ἐπιμελητὰς, καὶ ἱερεῖς ὑπὲρ τὸ νενομισμένον καταστήσας τῇ πόλει, τούς τε ἱππέας καὶ ἑκατοντάρχας ἄλλους τέ τινας καταλέξας, Σαλουστίῳ τὴν πολιτικὴν διοίκησιν καταλιμπάνει καὶ τοὺς γεγηρακότας στρατιώτας, αὐτός τε ἐπὶ τὴν Λιβύην ἐπεραιοῦτο, ἔνθα τὸ πολὺ καὶ γνωριμώτατον τῆς Ῥωμαϊκῆς εὐγενείας συνελθὸν, συμμάχῳ τε χρώμενον Ἰώβᾳ τῷ βασιλεῖ τῶν Μαυρουσίων, ἀνενεοῦτο τὸν πόλεμον. 13. Ἡγοῦντο δὲ τῶν συνεληλυθότων ἐνταῦθα Ῥωμαίων Πόπλιος Κορνήλιος, Σκιπίωνος Ἀφρικανοῦ γεγονὼς, κηδεστὴς δὲ Πομπηίου τυγχάνων, καὶ Μάρκος Πετρήιος καὶ Κόϊντος βάρος, καὶ Μάρκος Πόρκιος Κάτων ὁ φιλόσοφος, καὶ Κορνήλιος Φαῦστος Σύλλου τοῦ μοναρχήσαντος παῖς ὤν· οἷς ἀντιταξάμενος ὁ Καῖσαρ μετὰ πολλὰς προσβολὰς καὶ διαφόρους τῶν πραττομένων τύχας, κρατεῖ παντάπασιν· ὡς Κάτωνα μὲν καὶ Σκιπίωνα, Πετρήιόν τε καὶ Ἰώβαν αὐτόχειρας σφᾶς αὐτοὺς ἀνελεῖν, Φαῦστόν τε τὸν παῖδα Σύλλου συνοικοῦντα θυγατρὶ Πομπηίου, πρὸς αὐτοῦ διαφθαρῆναι τοῦ Καίσαρος. 14. Ἐνιαυτὸν δὴ οὖν ὕστερον ἀναστρέψας ἐπὶ τὴν Ῥώμην ὁ Γάϊος, τέταρτον ἑαυτὸν ἀπέδειξεν ὕπατον, καὶ τὰς δυνάμεις ἀναλαβὼν, εὐθὺ ἐπὶ τὰς Ἰβηρίας ἐχώρει. Οἱ γὰρ δὴ τοῦ Πομπηίου παῖδες, ἑαυτοῖς τε καὶ τῷ πατρὶ καθεστῶτες ὁμώνυμοι, Γναῖος Πομπήιος καὶ Σέξτος Πομπήιος, μεγάλας ἐγείραντες αὖθις δυνάμεις, ἀνενεοῦντο τὸν πόλεμον. Ἐπεὶ γοῦν Καῖσαρ ἀφίκετο, πολλαὶ μὲν καὶ καρτεραὶ συνίσταντο μάχαι· ἐσχάτη δὲ πόλεως Μούνδης πλησίον γίνεται· καθ' ἥν φασι παρὰ τόσον ἐλθεῖν κινδύνου τὸν Καίσαρα, ὡς παρερρηγμένης ἤδη τῆς οἰκείας φάλαγγος, σπάσαι καθ' ἑαυτοῦ τὸ ξίφος, τεθνάναι βουλόμενον πρὶν μετὰ τοσήνδε τῶν πολεμικῶν ἔργων δόξαν, ὑπὸ χεῖρα δύω μειρακίων πέσοι ἀνὴρ ἤδη πρὸς γῆρας σχεδὸν ἀφιγμένος. Ἀνακαλεσάμενος δὲ ὅμως τοὺς φεύγοντας, καὶ τὰς τάξεις ἀνανεωσάμενος, ἐπιπίπτει τοῖς ἐναντίοις, καὶ κρατεῖ περιφανῶς. Τῶν δὲ Πομπηίου παίδων ὁ μὲν πρεσβύτερος ἐν τῇ παρατάξει διαφθείρεται, ὁ δὲ νεώτερος ἀγαπητῶς διασώζεται. 15. Ὁ τοίνυν Καῖσαρ, ἁπάντων ἤδη τῶν ἐμφυλίων πολεμίων (λ.