1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

27

πολέμων) κατειργασμένων, ἐπὶ τὴν Ῥώμην ἀνεστρέφετο, τό τε φρόνημα ταῖς συνεχέσιν ἀνδραγαθίαις ἐξωγκωμένος, καὶ παρὰ τὸ σύνηθες τῇ Ῥωμαίων ἐλευθερίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀλαζονευόμενος. Ἐπεὶ γοῦν τάς τε τιμὰς καὶ τὸ κῦρος τοῦ δήμου παρελόμενος αὐτὸς ἐπέτρεπεν οἷς ἐβούλετο, καὶ, τῆς βουλῆς πρὸς αὐτὸν ἰούσης, οὐχ ὑπανίστατο, ἀλλὰ βασιλικοῖς εἴτε, ἀληθέστερον εἰπεῖν, τυραννικοῖς χαίρων δῆλος ἦν ἐπιτηδεύμασιν (εἰκόνας τε γὰρ καὶ ἀνδριάντας καὶ ἀνιδρύματά τινες αὐτῷ τῶν κολάκων προσέφερον, ἄλλοι τε καὶ βασιλέα προσηγόρευον), οὕτω τοίνυν πάντων τῶν ἐν μνήμῃ Ῥωμαίων κρείττων φανεὶς, διὰ τὴν ὑπὲρ ἄνθρωπον δύναμιν θεὸς ὠνομάσθη. Εἰσὶ δὲ ἀπὸ τῶν Τρωϊκῶν ἐπὶ Ἰούλιον Καίσαρα ἐνιαυτοὶ χίλιοι ρκδʹ. 16. Ἐπεὶ δὲ Καῖσαρ ὑπερόγκῳ φρονήματι ἐς τὴν σύγκλητον διεγένετο, βουλεύουσι κατ' αὐτοῦ θάνατον, φθόνῳ τε τοῦ προσήκοντος καὶ μίσει τοῦ προτετιμημένου, ἄνδρες ὑπὲρ ξʹ τῶν τε ἀπὸ τῆς συγκλήτου καὶ τῶν ἐς τοὺς ἱππέας τελούντων, ὅρκῳ τὴν κατ' αὐτοῦ σύστασιν βεβαιωσάμενοι. Ἐνῆγον δὲ ἄρα μάλιστα πάντων τοὺς συνωμότας ἐς τὴν ἐπιχείρησιν Βροῦτοι δύω, γένους ὄντες ἀνέκαθεν αὐστηροτάτου· ἐς γὰρ δὴ τὸν παλαιὸν Βροῦτον τοῦ αἵματος ἀνέφερον τὴν ἀρχὴν, ὃς τοὺς τυράννους ἐν τοῖς ἀνωτάτω χρόνοις ἐκβαλὼν, πρῶτος ἀπεδείχθη παρὰ Ῥωμαίοις ὕπατος. 17. Καίτοι φασί τινες δημοτικοῦ γεγενῆσθαι πατρὸς αὐτοὺς, ἄρτι καὶ πρώην ἐς ἄρχοντας παρεληλυθότος· οὐ γὰρ τῷ παλαιῷ γε Βρούτῳ λειφθῆναι γένος, ἀνελόντι τοὺς υἱέας· οἷς ὁ φιλόσοφος ἀντιλέγων Ποσειδώνιος, τοὺς μὲν ἐν ἡλικίᾳ φησὶν ἀπολωλέναι τοῦ Βρούτου παῖδας, τρίτον δὲ λειφθῆναι νήπιον, ἀφ' οὗ τὸ γένος εἰς τούσδε καθήκειν. Μήτηρ δὲ αὐτοῖς ἀδελφὴ τοῦ φιλοσόφου Κάτωνος, ὃν μάλιστα Ῥωμαίων ὁ πρεσβύτερος ἐζήλωσε Βροῦτος, θεῖον ὄντα καὶ κηδεστὴν ὕστερον γενόμενον. Πορκίᾳ γὰρ δὴ τῇ **. 18. Ἐπὶ δὲ τοῖς Βρούτοις Γάϊος Κάσσιος ἦν ἐν τῇ συνωμοσίᾳ, ὁ Κράσσῳ ἐπὶ Παρθυαίους συστρατευσάμενος, καὶ Σερβίλιος Κάσκας, ὃς δὴ καὶ πρῶτος σπάσαι τὸ ξίφος κατὰ τοῦ Καίσαρος λέγεται. Ἐπιστάντος δὲ τοῦ καιροῦ, καθ' ὃν ἔδει τὴν βουλὴν συνελθοῦσαν χρηματίσαι τι περὶ τῶν κοινῶν, παρῆν καὶ ὁ Καῖσαρ ἐς τὸ βουλευτήριον, μεθέξων τῶν γινομένων. Ὡς δὲ τὰ ξίφη διεκόμισαν ἐν κιβωτίῳ τινὶ κατακρύψαντες, τρόπῳ δὲ συμβολαίων παρὰ τὸ συνέδριον ἤγαγον, αὐτίκα ἀναστάντες καὶ περιστάντες τὸν Καίσαρα κατετίτρωσκον. Ἐπιθεμένων δὲ αὐτῶν, τὰ μὲν πρῶτα διώθει τοὺς ἐπιόντας, καὶ κατὰ δύναμιν ἠμύνετο· ἐπεὶ δὲ τὸν Βροῦτον γυμνῷ τῷ ξίφει ἐπ' αὐτὸν χωροῦντα καὶ σὺν τοῖς πολεμίοις τεταγμένον ἐθεάσατο, ἐγκαλυψάμενος παρέδωκε παίειν τὸ σῶμα. Τρεῖς γοῦν καὶ κʹ πληγὰς ἀναδεξάμενος ἀναλίσκεται, ἐτῶν (δὲ) τῇ πόλει μετὰ τὸν ἀνοικισμὸν ἐννέα που πρὸς τοῖς ψʹ γεγονότων. Tzetzes Chil. III, 23, v. 16: Ἡ Πτολεμαίου σύναιμις, δέσποινα Κλεοπάτρα ... αὕτη σὺν ἀρχιτέκτονι Κυπρίῳ ∆εξιφάνει τὴν θάλασσαν χερσώσασα τὴν τῆς Ἀλεξανδρείας ὅσον πρὸς τετραστάδιον, εἴτε μικρόν τι πλέον, τὸν πύργον ἐξειργάσατο τὸν μέγιστον τῆς Φάρου, ὁλκάσι φῶς σωτήριον μᾶλλον ἐν ζάλῃ φαίνειν. Μέμνηται μὲν Βιργίλιος ταύτης τῆς Κλεοπάτρας, Λουκιανὸς καὶ Γαληνὸς καὶ Πλούταρχος σὺν τούτοις, ∆ιόδωρος, Γεώργιος ὁ χρονικὸς σὺν ἄλλοις, καὶ Ἰωάννης μετ' αὐτοὺς Ἀντιοχεὺς ὑστέρως. 73 Exc. Salm.: Γάϊος Ἰούλιος Καῖσαρ νέος ὢν ἔδοξε καθ' ὕπνους συνουσιάζειν τῇ ἰδίᾳ μητρὶ, καὶ ἐν ταῖς ἀγέλαις αὐτοῦ ἵππος ἐτέχθη χηλοὺς ἔχων ἀντὶ ὁπλῆς, καὶ οὐδένα ἕτερον ἀναβάτην ἐδέχετο, εἰ μὴ αὐτὸν μόνον, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. Πρὸ δὲ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἔδοξεν ὁρᾶν ἡ γυνὴ αὐτοῦ πεπτωκυῖαν τὴν οἰκίαν αὐτοῦ, καὶ αὐτὸν τραυματίαν καὶ αἵματι κατάρρυτον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. Προϊόντι δὲ αὐτῷ ἔδωκέ τις ἐν χάρτῃ τὴν κατ' αὐτοῦ ἐπιβουλήν· ὁ δὲ ἄλλο τι νομίσας εἶναι, καὶ διὰ τοῦτο μὴ ἀναγνοὺς, ἀλλὰ δοὺς τοῖς ὑπογραφεῦσιν, ἐσφάγη. 74 Exc. De ins.: Ἐπειδὴ Καῖσαρ ἀνῃρέθη κατὰ τὸ βουλευτήριον, αὖθις ἐμφύλιος ἀνήφθη πόλεμος.