1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

29

προειπόντα ἐμοὶ τὴν ἐπιχείρησιν. Νῦν δὲ οὐ πρὸς ἡμῶν ἐπιορκεῖν· τὰ παρόντα στέργωμεν.»

t78AUGUSTUS.

78Exc. Salmas.: Ὀκταύϊος ἐβασίλευσε ἔτη ζʹ, ἡμέρας βʹ. Ἡμέρας μιᾶς πρὸ τεχθῆναι τοῦτον, εἶδεν ἡ μήτηρ αὐτοῦ, ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς οὐρανὸν ἐφέρετο· καὶ ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη εἶδεν ὁ πατὴρ αὐτοῦ ὅτι ἐκ τῶν κόλπων τῆς αὐτοῦ γυναικὸς ἀνέτειλεν ὁ ἥλιος. Νιγίδιος δέ τις βουλευτὴς ἀστρολόγος, βραδύτερον προελθόντος τοῦ πατρὸς αὐτοῦ, ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τεχθῆναι· κἀκεῖνος, «Ὢ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας,» ἀνεβόησε. Τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς καταπτὰς ἄρτον ἐκ χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ ἀπέθετο. Ἐν παισὶ δὲ τελοῦντα εἶδε καθ' ὕπνους αὐτὸν Κικέρων χρυσῇ ἁλύσει δεδεμένον, καὶ μάστιγα κρατοῦντα ἐν τῷ Καπιτωλίῳ χαλασθῆναι οὐρανόθεν. Ἐν δὴ τῷ μέλλειν αὐτὸν τελευτᾶν, κεραυνὸς ἐμπεσὼν εἰς τὴν εἰκόνα αὐτοῦ τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε, καὶ προεῖπον οἱ μάντεις ὅτι ἀποθανεῖται. 2. Οὗτος τοὺς λογίους τιμῶν μετεωρολέσχας ἀπήλαυνε, τόδε τὸ λόγιον προφερόμενος· Μήτι πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου, μηδὲ μέτρει μέτρῳ ἠελίου κανόνας συναθροίσας· ἀϊδίου βουλῇ φέρεται πατρὸς, οὐχ ἕνεκεν σοῦ· ἀστέριον προπόλευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. 3. ∆ρούσου θυγάτηρ Λιουία γαμετὴ ἦν Νέρωνός τι νος, ἐξ οὗ καὶ παῖδα Τιβέριον εἶχεν· εἶτα ςʹ μηνῶν ἐγγύου οὔσης, ἠναγκάσθη Νέρων ὁ ταύτης ἀνὴρ, εἴτε ὑπὸ τοῦ πρώτου Καίσαρος, εἴτε ὑπὸ τοῦ Ὀκταυίου, ἐκδοῦναι αὐτὴν αὐτῷ, ὡς πατήρ. Τεκούσης οὖν μετὰ τρεῖς μῆνας τοῦ γάμου, τὸ μὲν τεχθὲν Νέρωνι τῷ πατρὶ ἀπέπεμψεν. Ἐντεῦθεν δὲ αἴτιος γέγονε τοῦ λέγεσθαι παροιμίαν, «τοῖς εὐτυχοῦσι καὶ τρίμηνα παιδία.» 4. Οὗτος τοσοῦτον ὑπὸ πάντων ἠγαπᾶτο, ὥστε καί τις ἐκέλευσε τοῖς ἑαυτοῦ κληρονόμοις θῦσαι, ὅτι ζῶντα τὸν Σεβαστὸν καταλείπει. ∆υστυχήσας δὲ περὶ γάμον καὶ τὰ εἰς παῖδας ἐκβεβηκότα, ἐβόα· Αἴθ' ὤφελον ἄγαμός τ' ἔμεναι ἄγονός τ' ἀπολέσθαι. Περὶ δὲ ὀρθογραφίαν ἐσπουδάκει, ὥστε καὶ διάδοχόν τινι τῶν ἀρχόντων ἔπεμψεν, ὅτι αὐτῷ ἐπιστέλλων τῆς ὀρθῶς ἐχούσης ἐσφάλη γραφῆς. 5. Τούτου ποτὲ δικάζοντος, καὶ πολλῶν θάνατον καταψηφισαμένου, Μηκήνας τις ἀνὴρ σοφὸς ἀγαπώμενος ὑπ' αὐτοῦ, μὴ δυνάμενος ἐντυχεῖν αὐτῷ διὰ τὸ πλῆθος, ἔγραψεν ἐν χάρτῃ «ἀνάστηθι, δήμιε,» καὶ σημηνάμενος ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ. Ὅπερ ἀναγνοὺς ἐκεῖνος ἀνέστη, καὶ ἐκέλευσεν ἀργῆσαι τὰ κριθέντα. Τινός ποτε τῶν συστρατευσαμένων αὐτῷ δεηθέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρουσίας, εἶπεν αὐτὸς μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι· καὶ ὃς ὀργισθεὶς ἔφη, «Ἐγὼ μέν τοι ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ' ἐμοῦ ἔπεμψα.» Ἐρυθριάσας οὖν ὁ Καῖσαρ καὶ συναπῆλθε καὶ συνέπραξε. 6. Μανιώδης δὲ ἦν περὶ τὰς ἀλλοτρίας γυναῖκας, ὡς καὶ τοὺς ἄνδρας αὐτῶν ἐξυπηρετεῖν τῷ μιάσματι Ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν, ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς αὐτὸν τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν τῷ καταστέγῳ φορείῳ, καὶ κατασημηνάμενον αὖθις τὸν δακτύλιον ἀντιπέμψαι· καὶ οὕτως δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφράγιζε καὶ ἀνταπέστελλε. Ποτὲ γοῦν ἐκέλευσέ τινι τὴν ὁμευνέτιν αὐτῷ πέμψαι. Ὁ δὲ μὴ δυνάμενος ἀντειπεῖν, ἀπωδύρετο. Ἐπιστὰς δὲ ὁ Ἀθηνόδωρος ὁ Ἀλεξανδρεὺς, ὃν ὡς σοφὸν ἀεὶ σύνοικον καὶ διδάσκαλον ἔσχεν ὁ Καῖσαρ, καὶ τὴν αἰτίαν μαθὼν, ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ φορείῳ, καὶ κατασημηνάμενον