1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

30

ἀποστεῖλαι γυμνὸν ξίφος ἐπιφερόμενον. Ἀπαχθέντος δὲ, δοκῶν ὁ Καῖσαρ τὴν τοῦ συγκλητικοῦ εἶναι γυναῖκα, κλείσας τὰς θύρας ἀνέῳξε τὸ φορεῖον, καὶ ἐξέθορε ξιφήρης ὁ Ἀθηνόδωρος, καὶ πάνυ τὸν Καίσαρα κατέπληξε· δεδιότα δὲ αὐτὸν ἀνακτησάμενος ἐκεῖνος τοῖς μεγίστοις ὅρκοις κατέδησε, μηδέποτ' ἄλλοτε τοῦτο πρᾶξαι. Ὃν τοσοῦτον ὑπερηγάπησεν, ὥστε τὴν σύγκλητον συναγαγὼν καὶ πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσας, καὶ τοῦτο προσέθηκεν, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπηνωρθώθη. 7. Οὗτος ὁ φιλόσοφος ἠξίου τὸν Καίσαρα συγχωρῆσαι αὐτῷ εἰς τὴν πατρίδα ἐπανελθεῖν. Καὶ μόλις πείσας, ἀσπαζόμενος αὐτὸν, ἐπικύψας πρὸς τὸ οὖς παρεκάλει ἵνα ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρακτέον, πρὶν ἂν καθ' ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ γράμματα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. Ὁ δὲ Καῖσαρ ἀσπαζόμενος ἔφη, «Εὖγε ὑπέμνησάς με, ὡς ἀτελὴς εἰμὶ, καὶ οὐ συγχωρήσω σοι τέως τῆς ἐνεγκαμένης ἐπιβῆναι.» Παρεγγύησεν ὁ Καῖσαρ ἵνα ἐν τῇ τελευτῇ αὐτοῦ κροτήσωσι καὶ γελάσωσιν, ὡς ἐπὶ μίμου τελευτῇ, δηλονότι ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον.

79 TIBERIUS.

Exc. De virt.: Ὅτι Τιβέριος ὁ βασιλεὺς Ῥωμαίων ἰδιωτάτῃ φύσει ἐκέχρητο·

οὔτε γὰρ ὧν ἐπεθύμει προσεποιεῖτό τι, καὶ ὧν ἔλεγεν οὐδὲν ὡς εἰπεῖν ἐβούλετο· ἀλλ' ἐναντιωτάτους τῇ προαιρέσει τοὺς λόγους ποιούμενος πᾶν τε ὃ ἐπόθει ἠρνεῖτο, καὶ πᾶν ὃ ἐμίσει προετίθετο. (2) Τοιοῦτος δή τις ὢν τοὺς ἄρχοντας οὓς ὑπὲρ τὸ διατεταγμένον λαμβάνοντας εὕρισκεν ἢ καὶ τὰ δημόσια σφετερίζοντας, ἐκόλαζε, λέγων· «Κείρε σθαί μου τὰ πρόβατα, ἀλλ' οὐκ ἀποξυρᾶσθαι βούλομαι.» (3) Οὕτω τε ἐς πάντα ἴσος καὶ ὅμοιος ἦν, ὥστε, ὀρχηστήν τινα τοῦ δήμου ἐλευθερωθῆναί ποτε βουληθέντος, μὴ πρότερον συνεπαινέσαι, πρὶν τὸν δεσπότην αὐτοῦ πεισθῆναι καὶ τὴν τιμὴν λαβεῖν. Τοῖς γε ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, δικαζομένοις συναγωνιζόμενος, καὶ θύουσι συνεορτάζων, νοσοῦντάς τε ἐπισκεπτόμενος, μηδεμίαν φρουρὰν ἐπαγόμενος. (4) Ἀλλὰ καὶ δόγμα προέθηκεν, ὥστε μήτε αὐτὸν μήθ' ἕτερόν τινα σηρικῇ ἐσθῆτι χρῆσθαι, τόν τε χρύσεον ὅλον κόσμον γυναιξὶ μόναις ἐπιτρέψας· πολλὰ δὲ καὶ εἰς ἐπανορθώσεις τῶν πόλεων δαπανήσας. (4) Τῶν τε Ἰουδαίων πολλῶν ἐς τὴν Ῥώμην συνελθόντων καὶ συχνοὺς τῶν ἐπιχωρίων ἐς τὰ σφέτερα ἔθη μεθιστάντων, τοὺς πλείονας ἐξήλασε. (5) Τοιοῦτος οὖν τις ὢν, αἰφνιδίως εἰς τὴν χείρονα γνώμην μετεβλήθη, ὥστε αὐτὸν καὶ παραφρονεῖν νομισθῆναι καὶ ὑπό τινος ἐλαύνεσθαι δαιμονίου. Πολλοῦ τε πάθους αἴτιος τοῖς Ῥωμαίοις ἐγένετο, κοινῇ τε καὶ ἰδίᾳ προσαναλίσκων τοὺς ἄνδρας. (6) Ἔδοξε γὰρ αὐτῷ τὰς τῶν κυνηγίων θέας τῆς πόλεως ἀπελάσαι. Καὶ διὰ τοῦτό τινες ἔξω ταύτας τελεῖν πειραθέντες, αὐτοῖς συνδιεφθάρησαν τοῖς θεάτροις ἔκ τινων σανίδων εἰργασμένοις. (7) Ὁ αὐτὸς τὰς τῶν ἐπισήμων ἀνδρῶν ἐνυβρίζων γυναῖκας, ἅπαντα δι' αὐτῶν τὰ κοινὰ κατεμάνθανε, καὶ πρός γε συνεργοὺς αὐτὰς τῶν μιαρῶν πράξεων, ὡς καὶ γαμηθησομένας, ἐποιεῖτο. Ἐπὶ τούτοις τε Μουκίαν καὶ τὸν ταύτης ἄνδρα ἅμα δυσὶ θυγατράσιν ἀνεῖλε διὰ τὴν πρὸς τὴν αὐτοῦ μητέρα φιλίαν. (8) Σεϊανόν τε, ἄνδρα ὑπ' αὐτοῦ τε καὶ τῆς βουλῆς ἐπὶ τοῖς μεγάλοις ἀξιώμασι προαχθέντα, αὐτοκράτορά τε ψηφισθέντα, παρὰ τὰς ἁπάντων ἐλπίδας διέφθειρεν. Ὃν γὰρ αὐτὸς καὶ παῖδα καὶ διάδοχον ἐκάλει, τοῦτον ἕλκεσθαι διὰ τῆς ἀγορᾶς παρεσκευάκει· καὶ ὃν ἅπαντες οἱ τῆς βουλῆς ἐδορυφόρουν, τοῦτον ἐκ τοῦ συνεδρίου ἐπὶ τὸ δεσμωτήριον ἀπήγαγον, ἀντὶ στεφάνου δεσμὰ καὶ ἀντὶ ἁλουργίδος τριβώνιον περιθέντες· ὡς καὶ διὰ τούτου ἄν τις τὴν ἀνθρωπείαν ἀσθένειαν κατεῖδε. Σεϊανὸς μὲν δὴ, μέγιστον τῶν πρὸ αὐτοῦ