1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

32

Τοιούτῳ τότε αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθησαν· ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίπερ χαλεπώτατα δόξαντα γεγονέναι, τοσοῦτον τὰ τοῦ Γαΐου, ὅσον τὰ τοῦ Αὐγούστου παρ' ἐκεῖνα παρενεγκεῖν. Τιβέριος μὲν γὰρ αὐτός τε ἦρχε, καὶ ὑπηρέταις τοῖς ἄλλοις πρὸς τὸ ἑαυτοῦ βούλημα ἐχρῆτο· Γάϊος δὲ ἤρχετο μὲν καὶ ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὁπλομαχούντων καὶ σκηνικῶν καὶ τραγῳδῶν πολλάκις καὶ αὐτὸς ἐνδεικνύμενος, καὶ τὴν βουλὴν πρὸς ἀνάγκας μετακαλούμενος. Εἰκοστὸν γὰρ δὴ καὶ πέμπτον ἄγων ἔτος τὴν προτέραν γαμετὴν ἐκβαλὼν τὴν Κορνηλίου Ὀρέστου ἥρπασε θυγατέρα ἐν αὐτοῖς τοῖς γάμοις, ἐγγεγυημένην Καλπουρνίῳ. Πολλούς τε διὰ ταῦτα συκοφαντῶν ἀνῄρει· τὸ δὲ ἀληθὲς διὰ τὰς οὐσίας. Οἵ τε γὰρ θησαυροὶ ἐξανάλωντο, καὶ οὐδὲν αὐτῷ ἐξήρκει. Αὖθις δὲ ταύτην ἐκποδὼν ποιησάμενος, Λολίαν ἠγάγετο, αὐτὸν τὸν ἄνδρα αὐτῆς Μέμμιον Ῥηγοῦλον ἐγγυῆσαί οἱ τὴν γυναῖκα ἀναγκάσας, ἵνα μὴ καὶ ἀνέγγυον αὐτὴν παρὰ τοὺς νόμους λάβῃ. Ἐκ δὲ τῶν μοιχειῶν, ὡς καὶ τὴν πᾶσαν Κελτικὴν καὶ Βρεττανικὴν κεχειρωμένος, αὐτοκράτωρ τε πολλάκις Γερμανικὸς καὶ Βρεττανικὸς ἐπεκλήθη. Ἐπαρθείς τε ἐπὶ τούτοις Ζεύς τε ἐλέγετο, καὶ τὰς ἐκείνου στήλας εἰς αὐτὸν μετερρύθμιζε. Ταῖς τε γὰρ βρονταῖς ἐκ μηχανῆς τινος ἀντεβρόντα, καὶ ταῖς ἀστραπαῖς ἀντήστραπτεν· ὅπου δὲ κεραυνὸς κατέπεσε λίθον ἀντηκόντιζεν. 83 Exc. Salm.: Γάϊος τὰς δύο ἀδελφὰς αὐτοῦ διεπαρθένευσεν. Ἰδὼν δὲ πηλὸν ἐν στενωπῷ, ἐκέλευσεν ἀχθῆναι Οὐεσπασιανὸν, τότε ἀγορανόμον ὄντα, καὶ ἐμβληθῆναι τὸν πηλὸν εἰς τὸν κόλπον αὐτοῦ. Οὗτος κυβεύων ποτὲ ἐν Γαλλίαις, καὶ μαθὼν ὡς οὐκ ἔστιν αὐτῷ ἀργύριον, ἀναστὰς ἐκέλευσε πολλοὺς πλουσίους ἀναιρεθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν, «Ἐν ᾧ ὑμεῖς περὶ ὀλίγου φιλονεικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.» Ἐλέγετο δὲ Καλλιγόλας, ὅτι ἐκ μικρᾶς ἡλικίας ἐν τῷ στρατοπέδῳ τὰ πολλὰ ἐτρέφετο, καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν· ἐκ τῶν καλλίγων οὖν Καλλιγόλας ἐλέγετο. 84 Exc. De ins.: Ὅτι ποτὲ τὸν δῆμον συνελθόντα ἐν ἱπποδρομίῳ, καὶ τοῦτον ἐλέγχοντα ὑπὸ τῶν στρατιωτῶν διέφθειρεν· ἐξ οὗπερ πάντες ἐσιώπησαν, ἄχρις οὗ Κάσσιός τε Χαιρέας καὶ Κορνήλιος Σαβῖνος, καίτοι χιλιαρχίας παρ' αὐτοῦ πεπιστευμένοι, συνωμόσαντο, πάντες τε ὡς εἰπεῖν οἱ περὶ αὐτὸν ὑπέρ τε σφῶν καὶ τῶν κοινῶν ἐκινήθησαν· καὶ τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐρχόμενον, ὅτε δὴ τοὺς ἐκ τῆς Ἑλλάδος παῖδας ἐπὶ τὸν ἴδιον ὕμνον μετεπέμπετο, ἐν στενωπῷ τινι τόπῳ προσπεσόντες τιτρώσκουσιν, ἄλλοι τε ἐκ τῶν σαρκῶν αὐτοῦ ἐγεύσαντο. Καὶ τὰ μὲν Γαΐου τοιαῦτα, τρισὶν ἔτεσι καὶ μησὶ θʹ, ἡμέρας τε ηʹ καὶ κʹ βασιλεύσαντος. Καὶ αὐτὸς τοῖς ἔργοις, ὡς οὐκ ἦν θεὸς, ἐξέμαθεν. Ὑφ' ὧν τε καὶ μὴ παρὼν προσεκυνεῖτο, τότε κατεπτύετο· καὶ ὑφ' ὧν τε Ζεὺς καὶ θεὸς ὠνομάζετό τε καὶ ἐγράφετο, σφάγιον ἐγίνετο· ἀνδριάντες τε αὐτοῦ καὶ εἰκόνες ἐσύροντο, μεμνημένου μάλιστα τοῦ δήμου ὧν ἐπεπόνθει δεινῶν. Οἱ δὲ στρατιῶται ὅσοι μὲν ἐκ τοῦ Γερμανικοῦ μέρους ἦσαν, ἐθορύβουν τε καὶ ἐστασίαζον, ὥστε καὶ σφαγὰς ποιεῖν· ὅσοι δὲ ἄλλως πως ἐπὶ τῇ βουλῇ ἐποιήσαντο, πεισθέντες τοῖς ὅρκοις ἡσύχασαν. Τούτων δὲ περὶ τὸν Γάϊον πραττομένων, Σέντιός τε καὶ Σεκοῦνδος οἱ ὕπατοι εὐθὺς ἐκ τῶν θησαυρῶν τὰ χρήματα εἰς τὸ Καπιτώλιον μετεκόμισαν, φυλακάς τε τοὺς πλείους τῆς γερουσίας ἐπέστησαν, καὶ στρατιώτας ἱκανοὺς, ἵνα μὴ διαρπαγὴ ὑπὸ τοῦ πλήθους γένηται. Οὗτοί τε ἅμα τοῖς ἐπάρχοις καὶ τοῖς περὶ Σαβῖνον καὶ Χαιρέαν τὸ πρακτέον ἐσκοποῦντο.

85 CLAUDIUS.