34
Αὕτη γὰρ φάρμακον δηλητήριον ὑπὸ Λουκούστης ἀνελομένη, ἐν τοῖς καλουμένοις μύκησιν ἐνέβαλεν. Ὁ δὲ ὑπό τε τοῦ οἴνου καὶ τῆς ἄλλης διαίτης μηδέν τι τοιοῦτον ὑποπτεύων ἐπε βουλεύθη. Καὶ ἐκ μὲν τοῦ συμποσίου ὡς καὶ ὑπερκορὴς μέθης ἐξεκομίσθη, διὰ δὲ τῆς νυκτὸς ἐτελεύτησε, βιώσας ἔτη ξʹ καὶ γʹ καὶ μῆνας βʹ, ἡμέρας ιγʹ, αὐταρχήσας δὲ ἔτη ιʹ καὶ γʹ. Ταῦτα ἡ Ἀγριππίνα ποιῆσαι ἠδυνήθη, ὅτι τὸν Νάρκισσον συνέβη μὴ παρεῖναι, ἐπεὶ παρόντος αὐτοῦ οὐκ ἂν ἐδεδράκει τοῦτο· τοιοῦτός τις φύλαξ τοῦ δεσπότου ἦν. Ἀποθανόντος δὲ τοῦ Κλαυδίου, καὶ αὐτὸς εὐθὺς διεφθάρη, παρὰ τῷ Μεσσαλίνης μνημείῳ ἔκ τινος συντυχίας, ὅπερ εἰς τιμωρίαν ἐκείνης ἐνομίσθη. Καὶ Κλαύδιος μὲν ὑπὸ τῆς Ἀγριππίνης τῆς γυναικὸς τῆς τε ἀδελφῆς, δι' ἣν τά τε ἄλλα καὶ ἐπιόρκησεν, ἐπεβουλεύθη ἐν τῷ σιτίῳ, καὶ διεφθάρη κακῶς, ἵνα τε ὁ υἱὸς αὐτῆς μοναρχήσῃ, καὶ ὁ Βρεττανικὸς αἵ τε ἀδελφαὶ αὐτοῦ ἀπόλωνται.
90 ΝΕΡΩΝ.
Exc. De virt.: Ὅτι βασιλεύοντος νέου τοῦ Νέρωνος Βοῦρρος καὶ Σενέκας διῴκουν τὰ πράγματα. Ὁ δὲ λόγοις ἐσχόλαζε φιλοσόφοις, καὶ τὰ περὶ τοῦ Χριστοῦ κατεμάνθανεν. Ἔτι γὰρ ἐνόμιζεν αὐτὸν τοῖς ἀνθρώποις συναναστρέφεσθαι. Καὶ μαθὼν ὅτι ὑπὸ τῶν Ἰουδαίων ἐσταυρώθη, ἠγανάκτησε. Καὶ προσέταξεν ἐλθεῖν τοὺς ἱερεῖς Ἄνναν καὶ Καϊάφαν καὶ αὐτὸν Πιλάτον, τὸν ἄρχοντα τότε γενόμενον, σιδηροδεσμίους. Καὶ καθίσας ἐπὶ τῆς συγκλήτου τὰ περὶ αὐτοῦ πεπραγμένα κατεμάνθανεν. Οἱ οὖν περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἔλεγον, ὅτι «Ἡμεῖς τοῖς νόμοις αὐτὸν παρεδώκαμεν, καὶ εἰς καθοσίωσιν οὐχ ἡμάρτομεν. Ὁ γὰρ Πιλάτος ὢν ἄρχων ὅσα ἠβουλήθη ἔπραξε.» Καὶ τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέκλεισε, τοὺς δὲ περὶ τὸν Ἄνναν καὶ Καϊάφαν ἀπέλυσεν. Ἤκμαζε δὲ τότε καὶ Σίμων ὁ Μάγος. Καὶ διαλεγομένων Πέτρου καὶ Σίμωνος παρουσίᾳ Νέρωνος, ἤχθη Πιλάτος ἀπὸ τοῦ δεσμωτηρίου· καὶ παρισταμένων τῶν τριῶν τῷ Νέρωνι, ἐρωτᾷ τὸν Σίμωνα· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Ναί.» Εἶτα ἐρωτᾷ τὸν Πέτρον· «Σὺ εἶ ὁ Χριστός;» Ὁ δὲ λέγει· «Οὔ· ἐμοῦ γὰρ παρισταμένου εἰς τὸν οὐρανὸν ἀνελήφθη.» Ἠρώτησε δὲ καὶ τὸν Πιλάτον, ποῖός ἐστιν ἐκ τούτων ὁ λεγόμενος Χριστός. Καὶ εἶπεν· «Οὐδὲ εἷς· ὁ μὲν γὰρ Πέτρος μαθητὴς αὐτοῦ γέγονε, καὶ εἰσηνέχθη παρ' ἐμοὶ ὡς μαθητὴς αὐτοῦ, καὶ ἠρνήσατο αὐτὸν λέγων· «Οὐκ οἶδα τὸν ἄνθρωπον·» καὶ ἀπέλυσα αὐτόν. Οὗτος δὲ ὁ Σίμων οὐδαμῶς ἔγνωσταί μοι, οὐδεμίαν δὲ ἔχει ὁμοιότητα πρὸς ἐκεῖνον· ἔστι γὰρ οὗτος καὶ Αἰγύπτιος καὶ ἐμπληθὴς καὶ κατάκομος καὶ μέλας, παντελῶς τῆς ἐκείνου μορφῆς ἀλλότριος.» Ἀγανακτήσας οὖν ὁ βασιλεὺς κατὰ μὲν τοῦ Σίμωνος, ὡς ψευσαμένου καὶ εἰπόντος ἑαυτὸν Χριστόν· κατὰ δὲ τοῦ Πέτρου, ὡς ἀρνησαμένου τὸν διδάσκαλον, ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ συνεδρίου· τὸν δὲ Πιλάτον τῆς κεφαλῆς ἀπέτεμεν, ὡς τηλικοῦτον ἄνθρωπον ἀνελεῖν τολμήσαντα δίχα βασιλικῆς κελεύσεως. Καὶ μετὰ ταῦτα Πέτρον μὲν ἐσταύρωσε, Παῦλον δὲ τῆς κεφαλῆς ἀπέτεμε. Καὶ τὸ μὲν πρότερον τοιαῦτα ἔπραττεν ὁ Νέρων. Ἐπεὶ δὲ τρυφαῖς καὶ κώμοις καθημερινοῖς ὁ Νέρων ἐντραφεὶς πράττειν (τε) τὰ τῆς ἀρχῆς (ἐφ' ἧς) ἑαυτὸν ἠξίου, ταχὺ τὸ σεμνὸν καὶ μεγαλοπρεπὲς τῆς τῶν Ῥωμαίων ἡγεμονίας εἰς τὸ ἄκοσμόν τε καὶ ταπεινὸν μετεβέβληκεν, ἀήθη τινὰ μετιὼν καὶ δαπανηρὸν ἀκολασίας τρόπον, ἐκθέσμοις τε καὶ παρανόμοις ἐγχειρῶν δράμασι· λουτρὸν μὲν γὰρ ἦν αὐτῷ ζηλοῦντι τῆς πολυτελείας καὶ ἐκδιαιτήσεως τοῦ Καλιγόλα, οὐχ ὕδωρ, ἀλλὰ μύρον, τὸ μὲν θερμαινόμενον, τὸ δὲ ψυχόμενον, καὶ εἰς ἑκατέραν τὴν χρείαν τοῦ λουτροῦ παρασκευαζόμενον. Ἐχρῆτο δὲ δικτύοις παρὰ τὰς ἄγρας τῶν ἰχθύων χρυσοῖς, ἐξέλκων τοὺς κόλπους τῶν δικτύων