1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

36

μιαρίας προεγράψαμεν ἐκ τῆς ἱστορίας ∆ίωνος, περί τε τῆς μητροκτονίας καὶ τοῦ Σπόρου τοῦ ἐρωμένου καὶ τῶν λοιπῶν. 91 Exc. De ins.: Ὅτι ἐν τῇ Ἰβηρίᾳ Γάϊος Ἰούλιος Οὐίνδιξ ἐπανίσταται τῷ Νέρωνι, πολλούς τε τῶν τῆς συγκλήτου βουλῆς φυγάδων προσλαβόμενος Γάλβαν ἀποδείκνυσι βασιλέα· ὃς τὰς δυνάμεις εὐθέως ἐξοπλίσας, καὶ πάντα τὰ πρὸς τὸν πόλεμον παρασκευασάμενος ἐπὶ τὴν Ῥώμην ἐλαύνει. Ὁ γοῦν Νέρων, οὐ μετρίως ἐπὶ τούτῳ ταραχθεὶς, στρατηγὸν τοῦ πολέμου Ῥοῦφον Γάλλον ἐκπέμπει· ὃς οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἀνασχόμενος πρὸς τὸν Γάλβαν, ὁμολογεῖται καὶ σπένδεται πρὸς τὸν Οὐίνδικα· αὐτὸς μὲν τῶν Γαλλιῶν ἄρχειν ἐπιλεξάμενος, Οὐίνδικι δὲ τὴν Ἰβηρίαν προσήκειν, καὶ τῷ Γάλβᾳ πᾶσαν ὁμοῦ τὴν Ἰταλίαν, καὶ ὅσα τῇ Ῥωμαίωνἀρχῇ πρὸς ὑπακοὴν ἔθνη τυγχάνει. Τούτων αὐτοῖς διομολογηθέντων, τινὲς τῶν τοῦ Ῥούφου στρατιωτῶν ἐπιβουλεύουσι τῷ Οὐίνδικι, ἀγνοίᾳ μὲν τῶν ὁμιληθέντων, ζήλῳ δὲ τῆς πρὸς αὐτὸν δυναστείας. Ἀλλ' ὁ μὲν Οὐίνδιξ, καίτοι ῥᾳδίως δυνάμενος σωθῆναι, ἀγανακτήσας καὶ ὀλοφυράμενος, ὅτι ἐκ τῶν ὁμοφρονούντων ἐκακώθη, καὶ ὅτι τὰ ἐναντία τῷ Νέρωνι ἀμφότεροι πράττοντες ἑαυτοὺς ἀπώλλυσαν, καὶ προσέτι τοῦ ἀνθρωπείου βίου καταγνοὺς, καί τι πρὸς τὸ δαιμόνιον εἰπὼν, ὅτι τοιούτου πράγματος ἀρξάμενος οὐκ ἐπλήρωσεν, ἑαυτὸν προσκατειργάσατο. Ὁ γοῦν Ῥοῦφος δεινῶς ἐπὶ τῷ τοιούτῳ πάθει ὑπεραλγήσας, καί τινας τῶν στρατιωτῶν κολά σας ἐν ἀφασίᾳ κατέστη. Ταῦτα ὡς ἠγγέλθη τῷ Νέρωνι, οὐδεμίαν τοῦ λοιποῦ τῶν ὅπλων ἐλπίδα ἐποιήσατο, ἀλλ' ἐβουλεύσατο ἀμφ' αὑτὸν ἄλλο πρᾶξαι. Καὶ ἄλλων ἄλλα λεγόντων, τέλος ἔγνω τούς τε βουλευτὰς ἀποκτεῖναι, καὶ τὴν πόλιν καταπρῆσαι νύκτωρ, ἔς τε τὴν Ἀλεξάνδρειαν πλεῦσαι· εἰπὼν «ὅτι κἂν τῆς ἀρχῆς ἐκπέσωμεν, τό γε τέχνιον ἡμᾶς θρέψει.» Οἱ δὲ τῆς βουλῆς ἀκούσαντες ταῦτα, πρὸς τοὺς δορυφόρους καὶ τοὺς ἄλλους, οἳ τὴν βασίλειον φρουροῦσιν, αὐλὴν προσδιαλεχθέντες, πείθουσί τε αὐτοὺς ἅμα γενέσθαι, καὶ μεταποιήσασθαι τῆς Ῥωμαίων ἐπικρατείας. Ἐπειδὴ δὲ καὶ οὗτοι τῆς τῶν βουλευσάντων ἐγένοντο γνώμης, αὐτίκα μὲν τὸν τοῦ στρατοπέδου ἔπαρχον Σκίπουλον ἀναιροῦσιν· ἀφίστανται δὲ τῆς τοῦ βασιλέως φρουρᾶς. Ὁ δὲ Νέρων ὡς καὶ ὑπὸ τῶν σωματοφυλάκων κατελείφθη, ἀποκτεῖναι μὲν ἑαυτὸν οὐκ ἐτόλμησεν, ἵνα τὴν αἰσχύνην κερδάνῃ· φυγεῖν δὲ ἐπεχείρησε, πρότερον κεραυνωθείσης αὐτοῦ τῆς τραπέζης· ἐσθῆτά τε φαύλην ἐνδυσάμενος, καὶ ἐφ' ἵππον οὐδὲν βελτίονα ἀναβὰς, κατακεκαλυμμένος πρὸς χωρίον τι Φάωνος Καισαρείου μετὰ Ἐπαφροδίτου καὶ Σπόρου κατέφυγε. Νυκτὸς δὲ ἔτι οὔσης, καὶ αὐτοῦ ταῦτα πράσσοντος, σεισμὸς ἐξαίσιος ἐν τῇ Ῥώμῃ γέγονε. Καὶ αὐτὸν γνωρισθέντα ὑπό τινων ἀποβῆναι μὲν τοῦ ἵππου παραχρῆμα, ἔς τινα δὲ πλησίον καταφυγεῖν καλαμῶνα· ἐν ᾧ μέχρι πολλοῦ ἐρριμμένος, πάντα μὲν παριόντα ὑπετοπεῖτο, πᾶσαν δὲ φωνὴν, ὡς καὶ ἀναζητοῦσαν αὐτὸν, ὑπέτρεμε, θρηνῶν τε καὶ ὀλοφυρόμενος ἐν οἷς ἦν πρότερον, καὶ ὅτι ἐν κοπρίᾳ ἔρριπτο. Νέρων μὲν οὖν αὐτὸς παρ' ἑαυτῷ ἐτραγῴδει, καὶ ὀψέ ποτε, ἐπεὶ μηδεὶς αὐτὸν ἑώρα, μετῆλθεν εἰς τὸ πλησίον ἄντρον, καὶ διψήσας ἔπιεν ὕδωρ. Ἡ δὲ τῶν Ῥωμαίων βουλὴ πολέμιον αὐτὸν ἀνειποῦσα, δοῦναι δίκας τῶν κατὰ τὴν ἀρχὴν ἡμαρτημένων τοιόνδε τινὰ τρόπον ἐψηφίσατο· ἀχθῆναι μὲν γὰρ ἐς τὸ δεσμωτήριον γυμνὸν, κεραίας ἐπιβεβλημένης τῷ τραχήλῳ, προστάττεται, μετὰ δὲ σφοδρὸν αἰκισμὸν τοῦ σώματος ὠσθῆναι κατά τινος πέτρας. Ἃ δὴ προαισθόμενος ὁ Νέρων, τούς τε χωροῦντας ἐπ' αὐτὸν καταδείσας, προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ ἑαυτοὺς ἀποκτεῖναι. Ἐπεὶ δέ γε οὐχ ὑπήκουσαν, τὸ μὲν ὅτι οὐκ ἐτόλμων, τὸ δὲ ὅτι τὴν ταφὴν αὐτοῦ προεφασίσαντο, δεινῶς ἀλγήσας ἐστέναξεν, ὅτι μηδὲν ἐδύνατο. Μετὰ δὲ τοῦτο τὸν Σπόρον βουληθεὶς ἀποκτεῖναι διήμαρτεν, ἀποφυγόντος ἐκείνου. Τότε ἔφη· «Ἐγὼ οὐδὲ φίλον οὐδὲ ἐχθρὸν ἔχω·» καὶ τοῦτο εἰπὼν, ἑαυτὸν ἐπάταξεν· δυσθανατοῦντα δὲ ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. Καὶ ὁ μὲν Νέρων φὺς ἄριστα