1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

40

βιβλίδια· οὔτε τῆς ∆ομετίας τῆς τοῦ τυ ράννου γαμετῆς (ἦκτο γὰρ δὴ ταύτην παῖδα τοῦ Τίτου τυγχάνουσαν) ἀγνοούσης τὴν ἐπιβουλὴν, οὔτε Νωρβάνου καὶ Σεκούνδου τῶν ὑπάρχων. Τούτους γὰρ δὴ μαθόντας, ὅτι σφᾶς ἐκποδὼν ἀθρόως ὁ ∆ομετιανὸς ποιήσασθαι διέγνωκε, καί τινα καὶ γράμματα περὶ τούτου θεασαμένους, οὐκ ἀναβάλλεσθαι τὴν πρᾶξιν, ἀλλ' ἐς τὴν ἐπιοῦσαν εὐθέως παρασκευασαμένους εἰσπέμψαι σὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προσπεσόντα ∆ομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν, πατάξαι μὲν, οὐ μὴν καιρίαν. Ἀναπηδήσαντος γοῦν ἐκείνου, καὶ τὸν Στέφανον καταβάλλοντος, δείσαντας τοὺς περὶ τὸν Παρθένιον μὴ καὶ περιγένηται, ἐπεισελθεῖν, καὶ παντελῶς αὐτὸν προσκατεργάσασθαι. Προσημῆναι δὲ τῷ ∆ομετιανῷ τὴν τελευτὴν ἄλλα τε πολλὰ, τοῦτο μὲν τέρατα, τοῦτο δὲ ὄψεις ὀνείρων, καὶ μάλιστα πάντων Λαργῖνον ἀστρολόγον τινά· τοῦτον γὰρ δὴ παρὰ τοῖς Γαλάταις προειπόντα δημοσίᾳ τὴν τελευτὴν τοῦ τυράννου καὶ τὸν χρόνον ἀποδηλώσαντα πρὸς τοῦ ὑπάρχου ἀναπεμφθῆναι τῷ ∆ομετιανῷ ἐπὶ κολάσει, καὶ αὖθις τὰ αὐτὰ εἰπόντα καὶ τὴν ἡμέραν προαγορεύσαντα καταδικασθῆναι μὲν, οὐ μὴν ἀποθανεῖν τοῦ τυράννου ἀναβαλλομένου τὴν τιμωρίαν ἐς τὸν ῥηθέντα χρόνον, ὅπως δὴ διαφυγὼν δικαιότερον αὐτὸν ὡς ψευσάμενον κολάσειε· κἀν τούτῳ ἀναιρεθέντος τοῦ ∆ομετιανοῦ, διαφυγεῖν τὸν ἄνδρα. Κἀκεῖνο δὲ θαυμαστὸν παρὰ τὴν τοῦδε τελευτὴν συμβέβηκεν. Ἀπολλώνιον γὰρ τὸν Τυανέα κατ' ἐκείνην τὴν ἡμέραν, μᾶλλον δὲ παρ' αὐτὸν τὸν καιρὸν τῆς σφαγῆς, προειπεῖν Ἐφεσίοις ἐν κοινῷ τὸ περὶ τὸν ∆ομετιανὸν πάθος τοῖσδε τοῖς ῥήμασι, «Καλῶς, ὦ Στέφανε, εὖγε ὦ Στέφανε, παῖε τὸν μιαιφόνον. Ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.» 108 Exc. Salm.: ∆ομετιανὸς ἔτη πέντε καὶ δέκα. Προεῖπεν ἀστρολόγος καὶ πότε καὶ ὅπως τεθνήξεται. Ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευδόμενον, ἐκέλευσε ζῶντα καυθῆναι, ἁφθέντος δὲ πυρὸς, ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν. ∆ομετιανὸς δὲ εἶδε πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐτομάτως ἐξ αὐτοῦ τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς τὸ χάσμα κατηνέχθη. Λαργῖνος δὲ Πρόκλος ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξεται· διὸ δέσμιος ∆ομετιανῷ εἰς Ῥώμην ἐπέμφθη. Καὶ εἶπεν αὐτῷ εἰς ὄψιν τὸ αὐτό. Ὁ δὲ ἐκέλευσεν αὐτὸν φυλαχθῆναι, ὡς ἂν τῆς ἡμέρας ἐκείνης διαδραμούσης ἀναιρεθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως, ἀπελύθη ἀβλαβής. Πρὸ ∆ομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο, μῆνας ὀκτὼ, ἡμέρας κʹ.

t109-110 ΝΕΡΒΑΣ.

109 Ibid.: Νέρβας ἔλεγεν ὡς «Οὐδὲν τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.» Καί τισι δὲ ἔδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψωνται αὐτὰ εἰ ὀξέα εἰσὶν, ἔργῳ δὲ ἐνδεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει κἂν παραχρῆμα ἀποθάνῃ. Οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ. 110 Exc. De ins.: Ὅτι Νέρβας, ἐπειδὴ πρός τινων διὰ τὸ γῆρας καταφρονηθεὶς ἐπεβουλεύθη πολλάκις, καὶ τὸν Πετρώνιον καὶ τὸν Παρθένιον, προσφιλεστάτους ὄντας, ἐκδοῦναι τοῖς στρατιώταις πρὸς Αἰλιανοῦ τοῦ τῶν δορυφόρων ἡγουμένου ἐβιάσθη· ἐφ' οἷς δὴ καὶ σφόδρα ἠνιᾶτο. Λέγεται δὲ Τραϊανῷ ἄλλα τέ τινα τελευτῶν αὐτοχειρὶ ἐπιστεῖλαι, καὶ τὸν Ὁμηρικὸν (Il. a, 42) ἐπιθεῖναι στίχον, Τίσειαν ∆αναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.

t111-112 ΤΡΑΪΑΝΟΣ. 1