1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

41

11 Exc. De virt.: Ὅτι Τραϊανὸς τοῖς Χριστιανοῖς ἀνακωχήν τινα τῆς τιμωρίας

παρέσχεν. Οἱ γὰρ κατὰ καιρὸν ὑπὸ τῶν Ῥωμαίων τὰς ἀρχὰς ὠνούμενοι, πρὸς θεραπείαν τῶν τότε βασιλέων διαφόρους ἐπῆγον τοῖς Χριστιανοῖς κολάσεις. Ὅθεν καὶ Τιβεριανὸς ἡγε μονεύων τοῦ πρώτου Παλαιστίνων ἔθνους ἀνήγαγεν αὐτῷ λέγων, ὡς οὐκ ἐπαρκεῖ λοιπὸν τοὺς Χριστιανοὺς φονεύειν, ἐκείνων αὐτομάτως ἐπεισαγόντων ἑαυτοὺς τῇ κολάσει. Ἐντεῦθεν ὁ Τραϊανὸς πᾶσιν ἅμα τοῖς ὑπ' αὐτὸν ἀπηγόρευσε τοῦ τιμωρεῖσθαι τούτους. 112 Exc. De ins.: Ὅτι ὁ Τραϊανὸς τὸ πιστὸν πρὸς τοὺς φίλους οὕτως εἶχεν ἀκίνητον, ὥστε Σούραν Λικίνιον, ἄνδρα μέγα μὲν παρ' αὐτῷ δυνάμενον, διαβληθέντα δὲ πρός τινων φθονούντων οἱ τῆς εὐπραγίας, μήτε ὑποπτεύσας, μήτε μισήσας, ἐγκειμένων τῶν διαβαλλόντων καὶ ἐπιβουλεύειν αὐτῷ τὸν ἄνδρα φασκόντων, ἐπὶ δεῖπνον ὡς τὸν Λικίνιον ἀπῆλθε ἄκλητος, καὶ πᾶσαν τὴν φρουρὰν ἀποπεμψάμενος, πρῶτα μὲν τὸν ἰατρὸν τὸν τοῦ Λικινίου καλέσας, ὑπ' ἐκείνου τοὺς ὀφθαλμοὺς ὑπηλείψατο, ἔπειτα δὲ τὸν κουρέα μετακαλεσάμενος, ξυρεῖν ἐκείνῳ τὸ γένειον παραδέδωκεν. Ἐπεὶ δὲ ἀπῆλθεν οἴκαδε πρὸς τοὺς εἰωθότας διαβάλλειν τὸν ἄνδρα, «Εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, χθὲς ἂν ἀπέκτεινεν». Οὕτως ἄρα τὸ πιστὸν τῆς γνώμης ἐξ ὧν αὐτῷ συνῄδει πεπραγότι μᾶλλον ἢ ἐξ ὧν ἕτεροι ἐδόξαζον, ἐβεβαιοῦτο. ∆ιὸ δὴ ζῶν τε ὁμοίως ἔτι καὶ μετὰ τοῦτο τοῦ βίου παυσάμενος, κατ' ἴσον προσεκυνεῖτο τοῖς κρείττοσιν. 113 . Exc. De virt.: Ὅτι Ἀδριανὸς ἦν ἡδὺς μὲν ἐντυχεῖν, καὶ ἐπήνθει τις αὐτῷ χάρις, τῇ τε Λατίνων καὶ Ἑλλήνων ἄριστα γλώττῃ χρώμενος· οὐ μὴν ἐπὶ πρᾳότητι τρόπων ἐθαυμάζετο· περί τε τὴν τῶν δημοσίων χρημάτων ἐσπουδακὼς ἄθροισιν. 114 Exc. Salm.: Ἀδριανὸς Σίμιλίν τινα, ἄνδρα φρονήσει καὶ ἐπιεικείᾳ κεκοσμημένον, ἠνάγκασε τὴν ἀρχὴν τῶν δορυφόρων παραλαβεῖν, καὶ μόλις μὲν, ἔπεισε δ' οὖν. Ὀλίγον δὲ ἐπισχὼν καὶ δεηθεὶς ἐξέστη τῆς ἀρχῆς, καὶ ἐν ἀγρῷ ἔτη ζʹ διαγαγὼν τελευτᾷ, ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὑτοῦ· «Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη νʹ, ζήσας δὲ ἔτη ζʹ.» Ἐγένετο δὲ μετὰ θάνατον Ἀδριανῷ τηλικοῦτον ἄγαλμα μετὰ τεθρίππου, ὥστε διὰ τοῦ ὀφθαλμοῦ ἑκάστου ἵππου παχύτατον ἄνδρα διιέναι· οἱ δὲ ἐν γῇ βαδίζοντες, ἐκ τῆς ὑπερβολῆς τοῦ ὕψους τοῦ κτίσματος, αὐτούς τε τοὺς ἵππους βραχυτάτους καὶ τὸν Ἀδριανὸν νομίζουσι. 115. Exc. De virt.: Ὅτι Ἀντωνῖνος ὁ βασιλεὺς ἄριστος ἦν, καὶ μάλιστα Νουμᾷ κατὰ τὸ τῆς ἡγεμονίας ὁμοιότροπον ἄξιος παραβάλλεσθαι, καθάπερ δὴ Ῥωμύλῳ Τραϊανὸς ἐνομίσθη παραπλήσιος. Τόν τε γὰρ ἰδιώτην ὁ Ἀντωνῖνος ἄριστα καὶ ἐντιμότατα διετέλεσε βίον, καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ σωφρονέστερος· οὐδενὶ τραχὺς οὐδὲ φορτικὸς, ἀλλὰ πρὸς ἅπαντας χρηστός τε καὶ ἤπιος ὤν· ἔν γε μὴν τοῖς πολεμικοῖς τὴν ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενος, φυλάττειν σώους ἤπερ εἰς μέγεθος ἐκφέρειν τοὺς τῆς ἀρχῆς * ἐγίνωσκεν· ἄνδρας, ὡς ἔνι μάλιστα πλείστην τοῦ δικαίου ποιουμένους ἐπιμέλειαν, ταῖς τῶν δημοσίων ἐφιστὰς διοικήσεσι, τοὺς μὲν ἀγαθοὺς τῶν ἡγεμόνων ταῖς παρ' αὐτοῦ τιμαῖς ἀμειβόμενος, τούς γε μὴν φαύλους δίχα τινὸς τραχύτητος τῶν κοινῶν ἀπελαύνων πραγμάτων. Οὔκουν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ' ἤδη καὶ πρὸς τῶν ἀλλοφύλων ἐθαυμάζετο· ὡς τῶν προσοίκων τινὰς βαρβάρων τὰ ὅπλα κατατιθεμένους, ἐπιτρέποντάς τε τῷ βασιλεῖ τὰς δίκας, διαλύεσθαι ταῖς ἐκείνου ψήφοις. Αὐτὸς δὲ παρὸ τὸν ἰδιώτην βίον πολύ τι πλῆθος χρημάτων κεκτημένος, ἐπειδὴ παρῆλθεν εἰς τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ περιουσίαν εἴς τε τῶν στρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωσε δωρεάς· τῷ δὲ δημοσίῳ θησαυρῷ πλῆθος παντοδαπῶν ἀπέλιπε χρημάτων· τήν τε τοῦ Εὐσεβοῦς ἐπίκλησιν πρῶτος ἁπάντων αὐτοκρατόρων ἐκ τῆς τοῦ ἤθους ἁπλότητος ἀπηνέγκατο.