43
ψήφῳ θανατωθῆναι.» Καὶ τέλος ἔφη, ὅτι «Ἂν μὴ τούτου τύχω, ἀποίσομαι πρὸς τὸν θάνατον» καὶ οὐκ ἐπῆρε τὸν Μάρκον, οὐδὲ προσηγάγετο ἐκβῆναι τῶν συνήθων λογισμῶν οὐ τὸ ἄδικον καὶ ἀνόσιον τῶν τετολμημένων, οὐχ ἡ ἀπιστία τῶν τολμησάντων οὐ τὸ ὑπὲρ ὁμοίων ἐς αὖθις δέος.
119 ΚΟΜΜΟ∆ΟΣ.
Ibid.: Ὅτι μέχρι μέν τινος ὁ Κόμοδος πάντα ἔπραττε τοῖς πατρικοῖς φίλοις
συμβούλοις χρώμενος. Ἐπειδὴ δὲ Περέννιον ἔπαρχον τῶν στρατοπέδων κατέστησεν, ἄνδρα τὸ μὲν γένος Ἰταλιώτην, πονηρὸν δὲ τὸ ἦθος, αὐτὸς μὲν τρυφαῖς καὶ συμποσίοις ἐσχόλαζεν, οὗτος δὲ πάσης τῆς ἀρχῆς τὴν ἐξουσίαν ἐνδυσάμενος, τούς τε πατρῴους φίλους πρώτους διαβάλλειν ἤρξατο, καὶ ὅσοι πλούσιοι ἦσαν, τούτους εἰς ὑποψίαν ἄγων, τὸ μειράκιον ἐξεφόβει, ὡς ἂν αὐτοὺς διαχρησάμενος ἀφορμὴν αὑτῷ παράσχοι ἁρπάζειν τὰ ἐκείνων. Μέχρι μὲν οὖν τινὸς ἐπεῖχε τὸν νέον ἡ τοῦ πατρὸς μνήμη καὶ ἡ τῶν φίλων αἰδώς· ἀλλ' ὥσπερ τινὸς βασκάνου τύχης ἀνατρεπούσης αὐτοῦ τὴν κοσμίαν ἀρχὴν, συνέβη τι τοιοῦτον. Λουκίλλα ἦν τῷ Κομόδῳ πρεσβυτάτη ἀδελφή· αὕτη πρότερον Λουκίῳ Βήρῳ αὐτοκράτορι συνῴκει, ὃν κοινωνὸν τῆς βασιλείας Μάρκος ἐποιήσατο. Ἐπειδὴ οὖν συνέβη τὸν Λούκιον τελευτῆσαι, μενόντων τῇ Λουκίλλῃ τῶν τῆς βασιλείας συμβόλων, Πομπηϊανῷ ὁ πατὴρ ἐξέδοτο αὐτήν· ἀλλὰ καὶ ὁ Κόμοδος ἐφύλαττε τὰς τιμὰς τῇ ἀδελφῇ. Ἐπειδὴ δὲ ἠγάγετο αὐτὸς Κρισπίναν, ἀνάγκη τε ἐγένετο τὴν προεδρίαν ἀπονέμεσθαι τῇ τοῦ βασιλεύοντος γυναικὶ, δυσφόρως τοῦτο φέρουσα ἡ Λουκίλλα, τῷ μὲν ἀνδρὶ οὐκ ἐθάρρησεν εἰπεῖν, Κοδράτῳ δέ τινι, εἰς ὃν καὶ διεβάλλετο, ὑπέθετο τὸν Κόμοδον ἀνελεῖν· ὁ δὲ Κυιντιανῷ νεανίᾳ θρασυτάτῳ τε καὶ φονικωτάτῳ τὴν ὀλεθρίαν ἐπέτρεψε πρᾶξιν. Ὅστις λαβὼν ἐγχειρίδιον, καὶ ὑποστὰς ἐν τῇ τοῦ θεάτρου εἰσόδῳ (ἔστι δὲ αὕτη ζοφώδης), ὥρμησε κατὰ τοῦ Κομόδου. Ὡς δὲ διήμαρτε τῆς πληγῆς, κρατηθεὶς ὑπὸ τῶν σωματοφυλάκων, ἅπαντα διήλεγξε. Καὶ αὐτὸς μὲν παραχρῆμα δίκην ἀνοίας ὑπέσχεν· ὁ δὲ Κόμοδος ἔκτοτε κοινοὺς ἐχθροὺς ἅπαντας ἐλογίζετο. Ὑπῆρξε δὲ καὶ τῷ Περεννίῳ πρόφασις, ἣν ἐζήτει· τήν τε γὰρ ἀδελφὴν ὁ Κόμοδος διεχρήσατο, καὶ πάντας ἀφειδῶς τούς τε ὄντας ἐν τῇ συνωμοσίᾳ καὶ τοὺς ὡς ἔτυχε διαβαλλομένους ἀπεσκευάζετο, μάλιστα τοὺς πατρῴους καὶ ἀναγκαίους φίλους. 2. Τοῦτο τοῦ Περεννίου κατασκευάζοντος ποιησάμενός τε (γὰρ) ἑαυτὸν ὑπὸ ἐξουσίαν, ἐπιβούλευε τῇ ἀρχῇ, τόν τε Κόμοδον κατεργάσασθαι βουλόμενος, καὶ τοῖς ἑαυτοῦ παισὶ τὴν βασιλείαν διανεῖμαι. Ἐγνώσθη δὲ ἡ ἐπιβουλὴ παραδόξως ὑπὸ φιλοσόφου τινὸς ἐν τῷ θεάτρῳ μεγάλῃ τῇ φωνῇ ἀνακράζοντος· καὶ ὁ μὲν ὑπὸ τοῦ Περεννίου δίκας τῆς παρρησίας λαβὼν, πυρὶ παρεδόθη· ὁ δὲ Κόμοδος ὑπετόπει τε τὸν Περέννιον, καὶ ἐμέμνητο τῶν λεχθέντων. Ὀλίγου δὲ χρόνου διελθόντος, στρατιῶταί τινες τῶν Ἰλλυριῶν, λαθόντες τὸν Περεννίου παῖδα, νομίσματα ἐκόμισαν ἐκτετυπωμένα τὴν ἐκείνου εἰκόνα· ἅπερ ἑωρακὼς, ὁ Κόμοδος, πεισθεὶς δὲ τοῖς λεχθεῖσιν αὐτῷ πολλάκις, πέμψας διὰ νυκτὸς, ἀποτέμνει τὴν κεφαλὴν τοῦ Περεννίου, καὶ τὴν ταχίστην ἐκπέμπει πρὸς τὸν αὐτοῦ παῖδα (ὃς ἦν ἔπαρχος τοῦ ἐν Ἰλλυριοῖς στρατοπέδου) τὰ ἐπὶ τῆς Ῥώμης ἔτι ἀγνοοῦντα, κελεύει τε αὐτὸν διά (τε) φιλικῶν γραμμάτων ἥκειν ἐν τῇ Ῥώμῃ, ὡς καὶ τοῦ πατρὸς αὐτοῦ βουλομένου, καὶ τὴν ὕπατον ἀρχὴν αὐτοῦ ληψομένου. Ὁ δὲ, τῶν ἀγγέλων εἰπόντων ταῦτα, ἀσχάλλων μὲν ὅτι ἀτελῆ κατέλιπε τὰ τῆς τυραννίδος, θαρρῶν δὲ τῇ τοῦ πατρὸς δυνάμει, ποιεῖται τὴν ὁδοιπορίαν. Γενόμενον δὲ αὐτὸν κατὰ τὴν Ἰταλίαν, οἷς τοῦτο ἐντέταλτο, διεχρήσαντο. Τοιοῦτον μὲν δὴ τέλος ἐκείνους κατέλαβεν. 3. Ὁ δὲ