1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

46

ἐβουλεύοντο, φήμην ἐγκατασπείραντες, ὅτι ἐν τῷ μονομαχίῳ ἀποπληξίᾳ ὁ Κόμοδος ἐτελεύτησεν. Ἔδοξεν δὲ αὐτοῖς ἐπιλέξασθαι ἄνδρα πρεσβύτην τινὰ, τὸν διαδεξόμενον τὴν ἀρχὴν, ὅπως ἀπὸ τῆς πικρᾶς καὶ ἀκολάστου τυραννίδος πάντες ἀναπνεύσειεν. 2. Καθ' ἑαυτοὺς δὲ λογιζόμενοι, οὐδένα οὕτως ἐπιτήδειον εὕρισκον ὡς Περτίνακα, τὸ μὲν γένος Ἰταλιώτην, ἐν δὲ πολλαῖς πράξεσι στρατιωτικαῖς εὐδοκιμήσαντα, μόνον τῶν Μάρκου φίλων περιλειφθέντα· πρὸς ὃν τῆς νυκτὸς ἀκμαζούσης παραγίνονται, αὐτοί τε καί τινες ὀλίγοι τῶν συνωμοτῶν. Ἐπιστάντες δὲ ταῖς θύραις διεγείρουσι τὸν φύλακα. Ἀνοίξας δὲ ἐκεῖνος, καὶ θεασάμενος στρατιώτας καὶ τὸν ἔπαρχον, ἀγγέλλει τῷ δεσπότῃ. Ὁ δὲ ἥκειν αὐτοὺς κελεύει, προσδοκῶν παραχρῆμα ἀποτέμνεσθαι. Εἰσελθόντας δὲ αὐτοὺς ἠσπάσατο, καὶ τὸ κελευθὲν γίνεσθαι προέτρεπε. «Τοῦτο γὰρ, ἔφη, διὰ παντὸς ἐνενόουν, μόνος περιλειφθεὶς τῶν πατρῴων αὐτοῦ φίλων.» Προέτεινέ τε πολλάκις τὸν τράχηλον ἀπὸ τοῦ σκίμποδος. Πρὸς ταῦτα ὁ Λαῖτος· «Παῦσαι,» φησὶν «ἀνάξια σαυτοῦ καὶ τῶν προβεβιωμένων σοι λέγων. Οὐ γὰρ ἐπ' ὀλέθρῳ τῷ σῷ ἥκομεν, ἀλλ' ἐπὶ σωτηρίᾳ τῇ τε ἡμῶν αὐτῶν καὶ τῆς Ῥώμης· κεῖται μὲν γὰρ ὁ τύραννος, δίκην δοὺς τὴν προσήκουσαν, καὶ ἅπερ αὐτὸς ἡμᾶς δράσαι διενοεῖτο ταῦτα πρὸς ἡμῶν παθών. Ἡμεῖς δὲ ἥκομεν σοὶ τὴν βασιλείαν ἐγχειριοῦντες, ὃν ἴσμεν προὔχοντα ἐν τῇ συγκλήτῳ βουλῇ βίῳ, μεγέθει, ἀξιώματι, ἡλικίᾳ, σεμνότητι, πόθῳ τε τοῦ δήμου.» 3. Ὁ δὲ Περτίναξ· «Παύσασθε χλευάζοντες πρε σβύτην.» «Ἀλλὰ μὴν, ἔφη ὁ Ἔκλεκτος, ἀνάγνωθι τὸ γραμματεῖον· γνωρίζεις δὲ τὴν Κομόδου χεῖρα.» Ἐπιγνοὺς δὴ τὰ γεγραμμένα ὁ Περτίναξ, πεισθείς τε ἀνδράσι καὶ πρότερον αὐτοῦ φίλοις, πάντα πυθόμενος τὰ πεπραγμένα, ἐπιδίδωσιν ἑαυτόν. Καὶ συμπαραλαβόντες καὶ τῶν λοιπῶν ὅσοι παρῆσαν, ἐπὶ τὸ στρατόπεδον ἠπείγοντο. ∆ιαπέμπουσι δέ τινας τοὺς διαβοήσοντας, ὅτι Κόμοδος μὲν τέθνηκε, Περτίναξ δὲ ἐπὶ τὸ στρατόπεδον ἄπεισι βασιλεύς. ∆ιαδραμούσης δὲ τῆς φήμης, πᾶς ὁ δῆμος ἐνθουσιῶντι ἐοικὼς ἐξεβάκχευε καὶ διέτρεχε, βοῶν τε ἀπρεπῆ, καὶ ὅσα πρότερον ἐπεῖχεν ὁ φόβος, ταῦτα, προελθούσης ἀδείας καὶ ἐλευθερίας, ῥᾳδίως ἐλέγετο. Ἐπεὶ δὲ ἐγένοντο ἐν τῷ στρατοπέδῳ, ὅ τε Λαῖτος καὶ Ἔκλεκτος εἰσῆλθον ἄγοντες τὸν Περτίνακα· καὶ ἀναγορεύεται βασιλεύς. 4. Ὅτι εὐταξίας καὶ εὐμοιρίας κατεχούσης τὸν βίον, βασιλεύοντος Περτίνακος, μόνοι οἱ δορυφόροι ἀσχάλλοντες μνήμῃ μάλιστα τῆς προγεγενημένης αὐτοῖς τυραννίδος, ἁρπαγάς τε καὶ βίας ποθοῦντες, ἐβουλεύσαντο ἀποσκευάσασθαι τὸν Περτίνακα, ζητῆσαι δέ τινα τὸν πάλιν αὐτοῖς παρέξοντα ἀκόλαστον ἐξουσίαν. Αἰφνιδίως τοίνυν, οὐδενὸς προσδοκῶντος, ἀλλὰ πάντων ἡσυχαζόντων, προσπηδῶσι τοῖς βασιλείοις τὰ ξίφη σπασάμενοι. Οἱ δὲ ἐν τῇ βασιλείῳ ὑπηρεσίᾳ ταραχθέντες, οὐκ ἔμενον, ἀλλ' ἕκαστος ἣν εἶχε φρουρὰν καταλιπὼν ἔφυγεν. Ὀλίγοι δέ τινες ἀπαγγείλαντες τῷ Περτίνακι τὴν ἔφοδον, συνεβούλευον φυγεῖν, καὶ τῇ τοῦ δήμου καὶ τῇ τῆς συγκλήτου βοηθείᾳ ἑαυτὸν ἐπιδοῦναι. Ὁ δὲ οὐκ ἀνασχόμενος, βασιλείας οὐκ ἄξια ταῦτα νομίσας, ἐξῆλθε τοῦ δωματίου, προσδοκῶν πείθειν αὐτοὺς καὶ παύσειν τῆς ἀλόγου ὀργῆς, αἰδουμένους τὸ τοῦ βασιλέως σχῆμα καὶ τὴν τοῦ ἀνδρὸς φιλοσοφίαν. Ἔτι δὲ λαλοῦντος τοῦ πρεσβύτου καὶ πολλὰ παραινοῦντος, ἐπιπίπτουσί τε αὐτῷ καὶ φονεύουσι, δράσαντες ὄντως ὠμὸν ἔργον· καὶ δεδιότες τὴν ἔφοδον τὴν τοῦ δήμου, εἰς τὸ στρατόπεδον δρόμῳ ἀναχωρήσαντες καὶ τὰς πύλας ἀποκλείσαντες, ἐπὶ τοῦ τείχους ἀνῆλθον, φρουρὰς καταστήσαντες, ἀμυνούμενοι τοὺς ἐπιόντας. 5. Ἐπειδὴ δὲ διεφοίτησεν εἰς τὸν δῆμον ἡ τοῦ βασιλέως ἀναίρεσις, ταραχή τε καὶ πένθος πάντας κατεῖχε, διέθεόν τε ἐνθουσιῶσιν ἐοικότες, μηδὲ εὑρεῖν μηδὲ ἀμύνασθαι δυνάμενοι τοὺς δεδρακότας. Μιᾶς δέ που καὶ δευτέρας ἡμέρας διαδραμούσης, οἱ μὲν δημόται ἕκαστος καθ' ἑαυτὸν δεδιὼς ὑπανεχώρει, οἱ δὲ ἐν ἀξιώμασιν ὄντες ἐς τὰ πορρωτάτω τῆς πόλεως κτήματα ἀπεδίδρασκον, ὡς ἂν μή τι δεινὸν ἐκ τῆς ἐσομένης ἀρχῆς παρόντες πάθοιεν.