1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

52

ἀποκρύπτει, περὶ δὲ τῶν λοιπῶν ἀγγέλλει. Φοβηθεὶς δὲ μὴ καὶ δεύτερον ταῦτα ὁ Ματερνιανὸς ἐπιστείλῃ, τολμᾷ δή τι τοιοῦτον. 2. Ἦν τις ἑκατόνταρχος Μαρτιάλιος τῶν σωματοφυλάκων Ἀντωνίνου· τούτου τὸν ἀδελφὸν ἀνῃρήκει ἐπὶ ψευδεῖ διαβολῇ, ἠπείλει τε καὶ αὐτῷ τῷ Μαρτιαλίῳ. Τοῦτον ἐπιστάμενος ὁ Μακρῖνος ἀλγοῦντα, πείθει ἐπιβουλεῦσαι τῷ Ἀντωνίνῳ. Καιροῦ δέ τινος δραξάμενος, ὅτε ὁ βασιλεὺς ἀπὸ τῆς ἐν Κάρραις αὐλῆς ἐπὶ τὸν νεὼν ἠπείγετο τῆς Σελήνης (ἀφειστήκει δὲ τῆς πόλεως οὐ μικρόν), ἐπειχθέντα αὑτὸν πρὸς χρείας ὑποτοπεῖ, καὶ μονωθέντα παίει. Καιρίου δὲ τῆς πληγῆς γενομένης, καὶ πεσόντος αὐτοῦ, πηδήσας ἵππῳ ἔφυγεν ὁ Μαρτιάλιος, καὶ ἐπιδιωχθεὶς κατηκοντίσθη. 134Ex. Salm.: Ἀντωνῖνος ἔτη ςʹ, μῆνας βʹ. Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ' ὃν Βασιανὸς, ὃν ὡς ἱερωμένον ἡλίῳ, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλεγον. Ὠνομάσθηδὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱὸς, καὶ ἐκράτησεν ἔτη ςʹ. μεθ' ὃν Ἀλέξανδρος ὁ Μαμαίας, ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ. Μετὰ Ἀλέξανδρον Μαξιμῖνος. Ἀντωνίνῳ τῷ Καρακάλλῳ Σεραπίων ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας αὐτὸν τῷ δακτύλῳ. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τύχης, ἕτερον ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. Τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ ὄναρ ἐπέστη λέγων, «ὡς σὺ τὸν ἀδελφὸν ἀπέκτεινας, κἀγὼ σὲ ἀποσφάξω.» Ἀπέκτεινε γὰρ οὗτος τὸν μικρὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μητρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη. 135 Exc. De ins.: Οἱ δὲ ἐν τῷ στρατοπέδῳ συνέδραμον ἅπαντες· καὶ πρῶτος ὁ Μακρῖνος ἐπιστὰς τῷ πτώματι, ὀλοφύρεσθαί τε καὶ θρηνεῖν προσεποιεῖτο· οἱ δὲ λοιποὶ ἐχαλέπαινον· συστρατιώτην γὰρ καὶ οὐκ ἄρχοντα ᾤοντο ἀποβεβληκέναι, καὶ οὐδεμίαν ἐπιβουλὴν ὑπώπτευον ἐκ τοῦ Μακρίνου. Οὕτω μὲν οὖν ἕκαστος εἰς τὰς σκηνὰς ἐπανῄεσαν. Ὁ δὲ Μακρῖνος πυρὶ παραδοὺς τὸ σῶμα, καὶ τὴν κόνιν ἐν κάλπῃ βαλὼν ἔπεμψε τῇ μητρὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατριβούσῃ. Ἐκείνη δὲ ἐπὶ ταῖς τῶν παίδων συμφοραῖς ἀπεκαρτέρησε. Τοιούτῳ μὲν δὴ τέλος ἐχρήσατο Ἀντωνῖνος καὶ ἡ μήτηρ αὐτοῦ. Ὁ δὲ χρόνος ἐν ᾧ ἐμονάρχησεν ἐν ἓξ ἔτεσι συνετελέσθη.

136 ΜΑΚΡΙΝΟΣ.

Ibid.: Ὅτι Μακρῖνος ὁ βασιλεὺς Ῥωμαίων ἐν Ἀντιοχείᾳ διατρίβων, τρόπῳ τέ

τινι φιλοσόφου τὸ γένειον καὶ τὸ βῆμα φυλάττων ἐπεβουλεύθη. Οἱ γὰρ στρατιῶται παραβάλλοντες τὰς Ἀντωνίνου μνήμας, κατεγίνωσκον τῆς Μακρίνου διαίτης, ἐλυποῦντο δὲ διότι μὴ ἐπὶ τὴν Ῥώμην ἠπείγετο, ἀλλ' ἐν ἀλλοδαπῇ διέτριβε χώρᾳ, ἔσθ' ὅτε καὶ τῶν ἀναγκαίων σπανίζοντες. Ὁρῶντες δὲ τὸν Μακρῖνον ἐν τρυφῇ καὶ χλιδῇ ζῶντα, προφάσεως ὀλίγης λαβέσθαι ηὔχοντο εἰς τὸ ἀποσκευάσασθαι τὸ λυποῦν. Ἐχρῆν δὲ ἄρα Μακρῖνον ἐνιαυτοῦ μόνου τῇ βασιλείᾳ ἐπιτρυφήσαντα ἅμα τῷ βίῳ καὶ τὴν ἀρχὴν καταλῦσαι, μικρὰν καὶ εὐτελῆ πρόφασιν τοῖς στρατιώταις τῆς τύχης παρασχούσης. 3. Μαισὰ ἦν τις ὄνομα, τὸ γένος Φοίνισσα, ἀπὸ Ἐμέσου καλουμένης οὕτω πόλεως, ἀδελφὴ δὲ Ἰουλίας τῆς Σεβήρου γυναικὸς, Ἀντωνίνου δὲ μητρός· παρὰ πάντα οὖν τὸν τῆς ἀδελφῆς βίον ἐν τοῖς βασιλείοις διέτριψε. Ταύτην ὁ Μακρῖνος μετὰ τὴν τῆς ἀδελφῆς τελευτὴν προσέταξεν εἰς τὴν πατρίδα ἐπανελθοῦσαν, ἐν τοῖς οἰκείοις καταβιῶναι, πάντα ἔχουσαν τὰ ἑαυτῆς· πλείστων γὰρ ἦν χρημάτων πλήρης. Ἐπανελθοῦσα δὲ διέτριβε ἐν τοῖς ἑαυτῆς. 4. Ἦσαν δὲ θυγατέρες αὐτῇ δύο, Σοαιμὶς μὲν ἡ πρεσβυτέρα, ἡ δὲ ἑτέρα Μαμαία. Παῖδες ἦσαν, τῇ μὲν πρεσβυτέρᾳ Βασσιανὸς ὄνομα, τῇ δὲ νεωτέρᾳ Ἀλεξιανός· ὑπὸ δὲ ταῖς μητράσι καὶ τῇ μάμμῃ ἀνετρέφοντο. Καὶ ὁ μὲν Βασσιανὸς περὶ ἔτη γεγονὼς τεσσαρακαίδεκα, ὁ δὲ