1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

54

ἐπιτελέσας θέας, νεών τε μέγιστον κατασκευάσας, ἑκάστοτε προϊὼν ἑκατόμβας ἔθυε, καὶ περὶ τοὺς βωμοὺς ἐχόρευεν ὑπὸ παντοδαποῖς ἤχοις ὀργάνων. Περιειστήκει δὲ πᾶσα ἡ σύγκλητος καὶ τὸ ἱππικὸν τάγμα ἐν θεάτρου σχήματι. Ὅμως δὲ, καίτοι χορεύειν ἀεὶ καὶ ἱερουργεῖν δοκῶν, πλείστους ἀπέκτεινε τῶν ἐνδόξων, διαβληθέντας αὐτῷ ὡς σκώπτοντας αὐτοῦ τὸν βίον. Ὁ αὐτὸς νεὼν μέγιστον ἐν τῷ προαστείῳ κατασκευάσας τούς τε θεοὺς αὐτοῦ ἐπὶ ἅρματι χρυσῷ καὶ λευκοῖς ἑξαζύγοις ἵπποις ἀναβιβάσας, αὐτός τε ἡνιόχει, καὶ πάντες οἱ Ῥωμαῖοι μετὰ παντοδαπῆς δᾳδουχίας καὶ ἀνθέων προεπόμπευον. Ὡς δὲ ἐν τῷ ναῷ ἱδρύσθησαν, ἀναβὰς ὁ Ἀντωνῖνος ἐπὶ πύργον ἐρρίπτει τοῖς ὄχλοις ἐκπώματα χρυσᾶ καὶ ἀργυρᾶ ἐσθῆτάς τε καὶ ὀθόνας παντοδαπὰς, ζῶά τε πάντα ὅσα ἥμερα, πλὴν χοίρων· πολλοὶ δὲ καὶ ἐν ταῖς ἁρπαγαῖς διεφθείροντο. Αὐτὸς δὲ ἑωρᾶτο πολλάκις ὀρχούμενος, ἡνιοχῶν, προῄει τε ὑπογραφόμενος τοὺς ὀφθαλμοὺς καὶ τὰς παρειὰς ἐρυθαίνων, φύσει τε πρόσωπον ὡραῖον ὑβρίζων βαφαῖς ἀσχήμοσιν. Ὁρῶσα δὲ ταῦτα ἡ Μαισὰ, ὑποπτεύουσά τε τοὺς στρατιώτας ἀπαρέσκεσθαι, πείθει αὐτὸν θέσθαι υἱόν. 138 Ibid.: Ὅτι ἡ Μαμαία τὸν υἱὸν αὐτῆς Ἀλέξανδρον ἀπῆγε μὲν τῶν αἰσχρῶν καὶ ἀπρεπῶν τοῖς βασιλεῦσιν ἔργων, διδασκάλους τε πάσης παιδείας λάθρα μετεπέμπετο, παλαίστραις τε καὶ τοῖς ἀνδρῶν γυμνασίοις εἴθιζεν. Ἐφ' οἷς Ἀντωνῖνος ἤσχαλλε καὶ μετεγίγνωσκε, τούς τε διδασκάλους ἀπεσόβει. Ἐς τοσοῦτον δὲ ἐξώκειλεν, ὡς ἂν πάντας τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῶν δημοσίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰς μεγίστας ἀρχὰς, καὶ τοῖς μὲν στρατοπέδοις ἔπαρχον ἐπιστῆσαι ὀρχηστήν τινα γεγονότα, τῆς τε τῶν ἱππέων ὑποστάσεως προέστησεν ἡνίοχον. Τοῖς τε δούλοις αὐτοῦ καὶ ἀπελευθέροις τὰς τῶν μεγίστων ἐθνῶν ἐξουσίας ἐνεχείριζε. Πάντων δὲ οὕτως τῶν πάλαι δοκούντων σεμνῶν ἐς ὕβριν καὶ παροινίαν ἐκβεβακχευμένων, οἵ τε ἄλλοι πάντες ἄνθρωποι καὶ μάλιστα οἱ στρατιῶται ἤχθοντο. Ἐμυσάττοντο δὲ αὐτὸν ὁρῶντες τὸ μὲν πρόσωπον καλλωπιζόμενον, περιδεραίοις τε χρυσοῖς καὶ ἐσθῆσιν ἁπαλαῖς ἀνάνδρως κοσμούμενον. Ἐπιρρεπεστέρας τοίνυν τὰς γνώμας πρὸς τὸν Ἀλέξανδρον εἶχον. 139Exc. De ins.: Ὅτι οἱ στρατιῶται ὁρῶντες τὸν νέον καλλωπιζόμενον καὶ ἀνάνδρως κοσμούμενον, ἐπιρρεπεστέρας τὰς γνώμας πρὸς τὸν τῆς Μαμαίας Ἀλέξανδρον εἶχον, καὶ ἐλπίδας κρείττους· ἐφρούρουν τε αὐτὸν παντοίως ὁρῶντες ἐπιβουλευόμενον ὑπὸ τοῦ Ἀντωνίνου. Ἥ τε μήτηρ αὐτοῦ οὔτε ποτὸν οὔτε ἐδώδιμόν τι εἴα τὸν παῖδα προσφέρεσθαι τῶν ὑπ' ἐκείνου πεμπομένων. Ὀψοποιοῖς τε καὶ οἰνοχόοις ὁ παῖς ἐχρῆτο, οὐ τοῖς βασιλικοῖς, ἀλλὰ τοῖς τῆς μητρός. Ἐδίδου καὶ χρήματα λαθραίως τοῖς στρατιώταις. Ταῦτα μαθὼν Ἀντωνῖνος παντὶ τρόπῳ ἐπεβούλευε τῷ Ἀλεξάνδρῳ καὶ τῇ μητρὶ αὐτοῦ· ἀλλὰ τὰς ἐπιβουλὰς διεκώλυεν ἡ κοινὴ μάμμη. Ὡς δὲ τὰ τῆς ἐπιβουλῆς αὐτῷ οὐ προὐχώρει, παραλῦσαι τῆς τοῦ Καίσαρος τιμῆς ἠθέλησε τὸν παῖδα· καὶ οὔτε ἐν ταῖς προσαγορεύσεσιν οὔτε ἐν ταῖς προόδοις Ἀλέξανδρος ἐτιμᾶτο· οἱ δὲ στρατιῶται ἐπεζήτουν τε αὐτὸν, καὶ ἠγανάκτουν, μηδὲ τὴν συνήθη φρουρὰν τῷ Ἀντωνίνῳ πέμποντες. 2. Ὁ δὲ Ἀντωνῖνος, ἐν δέει πολλῷ γενόμενος, πα ραλαβὼν τὸν Ἀλέξανδρον κατῆλθεν εἰς τὸ στρατόπεδον. Οἱ δὲ ἀνοίξαντες τὰς πύλας, ἐδέξαντο αὐτοὺς, ὑπερφυῶς τὸν Ἀλέξανδρον εὐφημοῦντες. Ἐφ' οἷς ὁ Ἀντωνῖνοςἀγανακτήσας, ἐκέλευσέ τινας πρὸς τιμωρίαν ἐκδοθῆναι. Ἐκεῖνοι δὲ μᾶλλον ταραχθέντες, ἄλλως τε καὶ τὸν Ἀντωνῖνον ἀποσκευάσασθαι θέλοντες, ἀσχημονοῦντα βασιλέα, τότε δὴ καὶ τοῖς συλλαμβανομένοις ἐπαμύνειν δεῖν ἡγούμενοι, καιρὸν εὔκαιρον καὶ πρόφασιν δικαίαν νομίζοντες, τὸν μὲν Ἀντωνῖνον αὐτόν τε καὶ τὴν μητέρα Σοαιμίδα (παρῆν γάρ) ἀναιροῦσι, τούς τε περὶ αὐτὸν πάντας, ὅσοι ἔνδον κατελήφθησαν, ὑπηρέται τε καὶ συνεργοὶ ἐδόκουν εἶναι τῶν ἁμαρτημάτων. Τὰ δὲ σώματα τοῦ τε Ἀντωνίνου καὶ τῆς μητρὸς παρέδοσαν σύρειν τε καὶ ὑβρίζειν τοῖς βουλομένοις· ἅπερ ἐπὶ πολὺ διὰ