1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

60

καὶ ἀγάλματα καὶ στεφάνους. Καὶ αὐτὸς δὲ ὁ στρατὸς ὁ τὴν Ἀκυληίαν πορθήσας προῄει ἐν εἰρηνικῷ σχήματι δαφνηφορῶν ἀνάγκῃ· ἠγανάκτουν γὰρ ὁρῶντες τὸν μὲν ὑπ' αὐτῶν ἐπιλεχθέντα βασιλεύειν καθῃρημένον, κρατοῦντας δὲ τοὺς ὑπὸ τῆς συγκλήτου ᾑρημένους. 13. Ὁ δὲ Μάξιμος, συγκαλέσας πάντας, βασιλικῶς ἀπεφήνατο, ἀμνηστίαν τε πάντων ὑποσχόμενος καὶ χρημάτων πολλῶν διανομάς· ὀλίγων τε ἡμερῶν διατρίψας, τὴν εἰς τὴν Ῥώμην ἐπάνοδον συνεκρότει. Καὶ τὸ μὲν ἄλλο στρατιωτικὸν ἀπέπεμψεν εἰς τὰ ἔθνη καὶ εἰς τὰ οἰκεῖα στρατόπεδα, αὐτὸς δὲ ἐπανῆλθεν εἰς τὴν Ῥώμην σὺν τοῖς δορυφόροις καὶ τοῖς ὑπὸ Βαλβίνῳ στρατευομένοις. Ἐπανῆλθον δὲ καὶ οἱ ἀπὸ Γερμανίας ἐληλυθότες σύμμαχοι· ἐθάρρει γὰρ αὐτῶν τῇ εὐνοίᾳ, ὡς καὶ τοῦ ἔθνους ἐπιεικῶς πρότερον ἄρξας, ὅτε ἰδιώτευεν. Εἰσιόντι δὲ αὐτῷ εἰς τὴν Ῥώμην ὅ τε Βαλβῖνος ὑπήντετο, ἐπαγόμενος Γορδιανὸν Καίσαρα, ἥ τε σύγκλητος καὶ ὁ δῆμος εὐφημοῦντες ὥσπερ θριαμβεύοντα ὑπεδέχοντο· ἔχαιρέ τε ὁ δῆμος αὐτοῖς, σεμνυνόμενος εὐπατρίδαις καὶ ἀξίοις τῆς βασιλείας. 14. Οἱ δὲ στρατιῶται διοίδαινον τὰς ψυχὰς ἐβαροῦντό τε αὐτῶν αὐτὴν τὴν εὐγένειαν, καὶ ἠγανάκτουν ὅτι ἄρα ἔχοιεν ἐκ συγκλήτου βουλῆς βασιλέας. Ἐλύπουν δὲ αὐτοὺς καὶ οἱ Γερμανοὶ παρόντες· ἀντιπάλους γὰρ ἤλπιζον ἔχειν· τό τε Σεβήρου ὑπόδειγμα αὐτοὺς ἐτάραττεν, ὃς τοὺς Περτίνακα ἀποκτείναντας ἀπέσωζεν. Ἐπιτελουμένου δὲ ἀγῶνος τοῦ τῶν Καπιτωλίων, πάντων τε περὶ τὴν πανήγυριν ἀσχολουμένων, αἰφνιδίως ἣν εἶχον γνώμην λανθάνουσαν ἐξέφηναν, καὶ τοῦ θυμοῦ μὴ κρατήσαντες ἀνῆλθον ὁμοθυμαδὸν εἰς τὰ βασίλεια, καὶ τοῖς πρεσβύταις βασιλεῦσιν ἐπεισῆλθον. Συνέβαινε δὲ κἀκείνους μὴ πάνυ τι ἀλλήλοις ὁμονοεῖν, οἷάπερ ἡ μοναρχίας ἐπιθυμία εἴωθε ποιεῖν· ὅπερ αὐτοῖς γέγονεν ἀπωλείας αἴτιον. Ὡς γὰρ ἐπύθετο ὁ Μάξιμος ἀφικνεῖσθαι τοὺς πραιτωριανοὺς καλουμένους, ἐβούλετο μεταπέμψασθαι τοὺς Γερμανοὺς συμμάχους. Ὁ δὲ Βαλβῖνος οἰόμενος δόλον τινὰ εἶναι κατ' αὐτοῦ καὶ σόφισμα (ᾔδει γὰρ τοὺς Γερμανοὺς τῷ Μαξίμῳ εὐνοοῦντας), ἐκώλυε, φάσκων οὐ διὰ τοὺς πραιτωριανοὺς αὐτοὺς ἀφίξεσθαι, ἀλλ' εἰς τὸ περιποιῆσαι τῷ Μαξίμῳ τὴν μοναρχίαν. Ἐν ᾧ δὴ περὶ τούτων διεφέροντο, εἰσδραμόντες οἱ στρατιῶται, ἐκστάντων αὐτοῖς τῶν πυλωρῶν, ἁρπάζουσι τοὺς πρεσβύτας· περιρρήξαντες δὲ ἃς εἶχον ἐσθῆτας, γυμνοὺς τῆς βασιλείου αὐλῆς ἐξάγουσιν μετὰ πάσης αἰσχύνης καὶ ὕβρεως, παίοντες καὶ ἀποσκώπτοντες, γενείων τε καὶ ὀφρύων σπαραγμοῖς καὶ πάσαις ταῖς τοῦ σώματος λώβαις ἐμπαροινοῦντες. Ἐπεὶ δὲ ταῦτα πυθόμενοι οἱ Γερμανοὶ ὅπλα ἐλάμβανον ὡς ἀμυνοῦντες αὐτοῖς, μαθόντες οἱ πραιτωριανοὶ ἀφικνουμένους αὐτοὺς, φονεύουσιν ἤδη πᾶν τὸ σῶμα λελωβημένους τοὺς βασιλέας, καὶ ἐπὶ τῆς λεωφόρου ἀπέρριψαν· ἀράμενοί τε τὸν Γορδιανὸν αὐτοκράτορα ἀναγορεύουσιν, ἐπειδὴ πρὸς τὸ παρὸν ἄλλον οὐχ εὗρον· βοῶντές τε πρὸς τὸν δῆμον, ὅτι ἄρα εἴησαν ἀποκτείναντες, οὓς ὁ δῆμος ἐν ἀρχῇ οὐκ ἐβούλετο ἄρξαι, Γορδιανόν τε ἐπελέξαντο, ἐκείνου τε ἀπόγονον, καὶ ὃν αὐτοὶ Ῥωμαῖοι ἐξεβιάσαντο· ἔχοντές τε αὐτὸν ἀπῆλθον εἰς τὸ στρατόπεδον, καὶ κλείσαντες τὰς θύρας ἡσύχαζον. Οἱ δὲ Γερμανοὶ μαθόντες ἀνῃρημένους καὶ ἐρριμμένους, ὧν χάριν ἠπείγοντο, οὐχ ἑλόμενοι πόλεμον μάταιον ὑπὲρ ἀνδρῶν τεθνηκότων, ἐπανῆλθον ἐς τὸ αὐτῶν καταγώγιον. Τέλει μὲν δὴ τοιούτῳ ἐχρήσαντο οἱ προειρημένοι πρεσβῦται.

147 ΓΟΡ∆ΙΑΝΟΣ. Ibid.: Ὅτι ἐπειδὴ καὶ Γορδιανὸν ἔμελλε τὸ κοινὸν τοῦ βίου καταλαβεῖν τέλος,

ὁ τῆς Συρίας ἡγούμενος ἐπιστέλλει τὸν Περσῶν βασιλέα τοὺς ἰδίους ὅρους ὑπερβάντα τὴν τῶν Ῥωμαίων γῆν κατατρέχειν, καὶ δεῖσθαι τῆς αὐτοῦ παρουσίας τὸν