1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

61

πόλεμον. Ταῦτα Γορδιανὸς ὁ νέος πυθόμενος, λίαν τε ἐν ἀθυμίᾳ γενόμενος, ὅμως ἐπαγγέλλει τὴν ἐπὶ Πέρσας ἔξοδον, καὶ τὰς τοῦ Ἰανοῦ πύλας ἀναπετάσας, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω. Καὶ ὡς εἰς τὸν Εὐφράτην ἀφίκετο εἴς τε τὰ τοῦ Τίγρητος στόμια, συμβαλὼν τοῖς βαρβάροις, εὐτυχέστατα τὸν πόλεμον διεχείρισε, μεγάλοις ἀγῶσι τὰς Παρθικὰς δυνάμεις καταβαλών. Ἐκεῖθεν δὲ μετὰ τὸ πέρας ἐπανιὼν, ἕκτῳ τῆς ἡγεμονίας ἐνιαυτῷ, πρὸς αὐτοῖς ἤδη τοῖς ὅροις τῆς οἰκείας ἀρχῆς, ὑπὸ Φιλίππου, τὴν βασιλείαν διαδεξαμένου, τοῦ κατ' ἐκεῖνο καιροῦ τὴν τῶν στρατιωτῶν νεολαίαν ἀσκοῦντος, ἐδολοφονήθη· καὶ Φίλιππος ἀνηγορεύθη βασιλεύς. 148 ΦΙΛΙΠΠΟΣ. Ibid.: Ὅτι Φίλιππος βασιλεύσας καὶ τοὺς Σκύθας νικήσας, ἐπὶ τὸ Βυζάντιον ἤλαυνεν. Καὶ ἐλθὼν ἐς Πέρινθον, ὡς ἠγγέλθη αὐτῷ ἐμφυλίους στάσεις συμβῆναι κατὰ τὴν Ῥώμην, ἅστινας ∆έκιος ἐποίησεν, ἀπὸ ὑπάτων καὶ ἔπαρχος τῆς πόλεως, τοὺς δυναμένους ἐπισχεῖν τὰ πραττόμενα στέλλει, καὶ τὴν ∆εκίου προκαταληψομένους ἐπανάστασιν· αὐτός τε σὺν τοῖς παισὶν ἐπακολουθεῖν ἐπηγγείλατο. Ὡς δὲ ἐς τὴν Ῥώμην ἔφθασαν οὓς ἔπεμψε Φίλιππος, δώροις τε καὶ κολακείαις τοῦ δήμου καὶ τῆς βουλῆς ὑπαχθέντες, ἀπαγορεύουσί τε Φιλίππῳ καὶ τὸν ∆έκιον αὐτοκράτορα σὺν τοῖς Ῥωμαίοις προσαγορεύουσι. Τούτων ἀγγελθέντων τῷ Φιλίππῳ, κατὰ τὴν Βερόην φεύγοντι ** καὶ τοῖς ὑποκολπίοις ξίφεσιν ἀναιροῦσιν, πέμπτον ἐνιαυτὸν προστάντα τῶν πραγμάτων. Ἐν δὲ τῇ Ῥώμῃ τὸν παῖδα τούτου οἱ τῆς πόλεως στρατιῶται διέφθειραν. Καὶ τὰ μὲν κατὰ τούτους τοιοῦτον ἔσχε τέλος.

149 ∆ΕΚΙΟΣ

Exc. De virt.: Ὅτι ∆έκιος ὁ Ῥωμαίων βασιλεὺς Φιλίππου διάδοχος βασιλικῷ

θεσπίσματι τοὺς τὰ Χριστιανῶν δοξάζοντας ἐθανάτου καὶ τοὺς οὐ θεοὺς προσκυνεῖν θέλοντας ἠνάγκαζε.

150 ΓΑΛΛΟΣ ΚΑΙ ΒΟΛΟΥΣΙΑΝΟΣ.

Exc. De ins.: Ὅτι ἐπὶ Γάλλου καὶ Βουλουσιανοῦ Αἰμιλιανὸς ὁ τῆς Μυσίας

ἔπαρχος καινοτομεῖν ἐπεβάλετο, αὑτῷ τε τὴν βασιλείαν ἐκ προγόνων ἁρμόττειν φιλονεικῶν, καὶ τῆς Ῥωμαίων βουλῆς μεγίστας κατηγορίας ποιούμενος· ἐφ' οὗ οἱ τῆς Ῥωμαίων προστατοῦντες ἐξουσίας, μεγίστῳ πλήθει στρατεύσαντες, ὑπὸ τῶν οἰκείων ἐπιβουλευθέντες διεφθάρησαν, οὔπω τρίτον ἐνιαυτὸν ἐν τῇ προστασίᾳ τῶν κοινῶν διατετελεκότες, οὐδέ τι λαμπρὸν ἢ βασιλείας ἄξιον κατειργασμένοι, ἐν μνήμῃ δὲ μόνῃ τῶν βασιλέων γενόμενοι. Ὅ γε μὴν Αἰμιλιανὸς ἐπιπηδήσας τῇ ἀρχῇ κατὰ τὴν Σκυθῶν χώραν καὶ τὴν ἐπὶ Ῥώμην ἄφιξιν προθυμούμενος, τετάρτῳ μηνὶ τῆς τυραννίδος προδιεφθάρη τε καὶ ἐκ τῶν ἀνθρώπων ἠφάνισται.

151 Exc. Salm.: Γάλλου βασιλεύσαντος, ιεʹ ἔτη (μῆνας?) ἐκράτησε λοιμὸς, κινηθεὶς ἀπὸ Αἰθιοπίας ἕως τῆς δύσεως· μετεδίδοτο δὲ ἀπὸ ἱματίων καὶ ψιλῆς θέας· καὶ οἱ Σκύθαι περάσαντες τὸν Ἴστρον ἔλαβον φʹ πόλεις. Τὰ γυναῖκας βουλομένας ἐγκύους γενέσθαι λέγουσι πίνειν ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ καὶ κύειν.

152 ΓΑΛΛΙΗΝΟΣ. Exc. De ins.: Ὅτι Γαλλιηνὸς ἀνῃρέθη πρὸς τῶν οἰκείων στρατιωτῶν, ἐς ὀργὴν

ἀναφθέντων, ὅτι δὴ πόλιν Μογοντίναν, συναραμένην Λολλιανῷ, ὃν νεωτερίσαντα καθεῖλε Ποστούμιος, διαρπάσαι μετὰ τὴν νίκην οὐ συνεχώρησε. Μετὰ δὲ τοῦτον