68
τοῦ ἰδίου πατρὸς Ναρσαίου, βασιλέως Περσῶν, εἰ καλὴ εἴη ἡ σκηνὴ ἡ προσαχθεῖσα αὐτῷ ἐκ δερμάτων Βαβυλωνίων· ὁ δὲ εἶπεν, ὡς, εἰ καὶ κρατήσει τῆς βασιλείας, καλλίονα ταύτης ποιήσει ἐξ ἀνθρωπίνων δερμάτων· καὶ κρατήσας ἐξέπεσε τῆς βασιλείας, ἔχων δύο ἀδελφοὺς, ὧν τὸν μὲν ἕνα Σάπωρον κρατήσας ἐτύφλωσε, τὸν δ' ἕτερον Ὁρμίσδην εἶχεν ἐν φυλακῇ· οὗ ἡ μήτηρ, συνειδυίας καὶ τῆς αὐτοῦ γυναικὸς, δεσμοὺς σιδηροῦς τέχνῃ τινὶ κατασκευάσασα μαργαριτῶν ἔσωθεν ἐνέπλησε, καὶ δεηθεῖσα τῶν φυλάκων, τοὺς μὲν προτέρους δεσμοὺς ὡς βαρεῖς ἀφείλετο, ἐκείνους δὲ ἐπιτέθεικεν, ὡς ἂν, εἰ δυνηθείη φυγεῖν, ἄνευ βάρους πλοῦτον ἐπιφέροιτο. Ἡ δὲ γυνὴ αὐτοῦ ῥινίον αὐτῷ δέδωκεν, καὶ δειπνίσασα τοὺς φύλακας ὑπνῶσαι ἐποίησεν. Ὁ δὲ καιρὸν εὑρὼν ἐπιτήδειον τὰ δεσμὰ ῥήξας ἔφυγε, καὶ ἵππῳ χρησάμενος κατὰ διαστήματα ἐν σχήματι δουλικῷ παρὰ Λικιννίου φιλοτίμως ὑπεδέχθη. Ἦν δὲ ἀκοντιστὴς τοιοῦτος, ὥστε ἐκεῖνον μόνον ἀναίμακτον λέγεται ἐσχηκέναι τὸ δόρυ, ὃ μετὰ ταῦτα ἐν εἰκόνι κατέχων ἐγράφη. 2. Ἰουλιανὸς ὡράθη τισὶ συναιρεσιώταις αὐτοῦ ὑπὲρ πελάγους ἀπείρου καὶ ἀγρίου ἐν τῷ ἀέρι κρεμάμενος, εἰς τὴν θάλασσαν ἀεὶ πεσεῖσθαι προσδοκῶν, καὶ σιδηροῦς κόραξ εἴχετο αὐτοῦ τοῖς ὄνυξι, ῥάμφει δὲ σιδηρῷ τὴν αὐτοῦ κορυφὴν ἀπαύστως ἔπληττεν. Οὗτος ἐλθὼν εἰς Ταρσὸν, εὐδαίμονά τινα μονόφθαλμον ἱερέα Ἀσκληπιοῦ διὰ τὴν τυφλότητα αἰσχυνόμενον ὁραθῆναι αὐτῷ, ἀναζητήσας, τὸν ἠτυχηκότα ὀφθαλμὸν αὐτοῦ ἐνώπιον πάντων κατεφίλησε. 3. Νουμεριανὸς κατηγορεῖτο ὑπὸ τινὸς ὡς κεκλοφὼς δημόσια χρήματα· ὁ δ' ἔξαρνος ἦν· ὁ δὲ κατήγορος οὐκ ἔχων ἐλέγχους, «Καὶ τίς, ἔφη, βασιλέων ἄριστε, τῶν ὑπαιτίων δίκην ὑπόσχῃ, εἰ πρὸς ἐκφυγεῖν τὸ ἀρνηθῆναι μόνον ἀρκεύει;» Ὁ δὲ Ἰουλιανὸς,» Καὶ τίς, ἔφη ἀναίτιος εὑρεθήσεται, εἰ ὁ κατήγορος ἐλέγχων χωρὶς πιστεύοιτο;» 4. Ἰοβιανὸς ἠκολούθει ποτὲ Ἰουλιανῷ, καὶ, συμβὰν οὕτω, τὴν χλαμύδα αὐτοῦ ἐπάτησεν. Ὁ δὲ στραφεὶς πρὸς αὐτὸν, καὶ ὥσπερ ἑρμηνεύων τὸ μέλλον εἶπεν, «Εἴθε γοῦν ἄνθρωπος ἦν.» Καὶ μετὰ θάνατον αὐτοῦ Ἰοβιανὸς αὐτὸν διεδέξατο. 179Exc. De virt.: Ὅτι Ἰουλιανὸς ὁ μισόθεος καὶ μισόχριστος διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους ἐπὶ τῆς συγκλήτου βουλῆς ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἀσχολουμένους, μάλιστα τοὺς φιλοσοφίαν ἐπαγγελλομένους. Ταῦτα αὐτοῦ ἀσκοῦντος οἱ τῶν ἐπαρχῶν ἄρχοντες λαμβάνειν τὰ τῶν Χριστιανῶν βουλόμενοι πολλοὺς τιμωρίαις ὑπέβαλλον. Καὶ ὁ μὲν Ἰουλιανὸς κατ' ἀρχὰς τοῖς προσιοῦσιν ἤπιος ὢν, οὐχ ὁμοίως τότε διεγένετο, ἀλλὰ πολλὰ τῶν πραττομένων ὑπὸ τῶν ἑλληνίζειν δοκούντων παρεώρα. Καί ποτε Χριστιανοὺς ἐκώλυσεν Ἑλληνικῆς παιδείας μεταλαμβάνειν, καὶ πρὸς τὴν βασιλικὴν δορυφορίαν στρατεύεσθαι. Ἐν οἷς ἦν Ἰοβιανός τε καὶ Βαλεντινιανὸς καὶ Οὐάλης, οἱ μετ' αὐτὸν βασιλεύσαντες. Ἐπεὶ δὲ εἶχε τῆς ἐπὶ Πέρσας ὁδοῦ, διά τε τῆς Ἀσίας ἐπὶ Συρίαν καὶ τὴν Ἀντιόχου διελθὼν πόλιν πλεῖστα παρὰ τῶν Χριστιανῶν ἐπορίσατο χρήματα, καὶ μικροῦ δεῖν κατὰ τοῦ δήμου διεγερθεὶς, ὡς εἰς αὐτὸν ἀποσκώψαντος, ὑπὸ Σαλουστίου τοῦ τῶν πραιτωρίων ἐπάρχου παρεκλήθη. 180 Ibid.: Ὅτι φησὶν ὁ Ἰωάννης οὑτοσὶ περὶ τοῦ Παραβάτου Ἰουλιανοῦ, ὡς μόνος τὸ Ῥωμαϊκὸν καλῶς διῴκησεν, ἀνώρθωσέ τε αὐτὸ, εἰ μὴ ἐς ἐναντίωσιν τὰ ἐκ τοῦ δαιμονίου κατέστη· πάσης γὰρ παιδείας τά τε Ῥωμαίων, οὐχ ἥκιστα δὲ καὶ Ἑλληνίδα γλῶτταν ἐς ἄκρον συνειλήφει, ὀξὺς μὲν ὢν συνιδεῖν τὸ πρακτέον, ἑτοιμότερος δὲ τοῦτο ἐξαγγεῖλαί τε καὶ ἑρμηνεῦσαι, μνήμην τε ἁπάντων βεβαίαν ἔχων, σοφὸς μὲν τὰ οὐράνια, ἔμφρων δὲ τὰ ἀνθρώπινα. Πρὸς δὲ τοὺς φίλους μεγαλόφρων τε καὶ ἐλευθέριος, πλὴν ὅσον οὐκ ἐξητασμένος οὐδὲ ἀκριβὴς ἦν ἐν ταῖς τούτων κτήσεσι τὸν ἁρμόζοντα τοιῷδε βασιλεῖ τρόπον. Ἐγένοντο γοῦν τινες οἳ μῶμον τῇ τοῦ ἀνδρὸς δόξῃ τοῖς ἑαυτῶν ἀνέθεσαν μειονεκτήμασι, πολλὰ τῶν ἀλλοτρίων λαμβάνοντες προφάσει τῆς Ἑλληνικῆς δοκήσεως, οὐ μόνον ἀγνοοῦντος τοῦ βασιλέως, ἀλλὰ καὶ κωλύοντος. Τοῖς γε μὴν τῶν ἐθνῶν ἐποίκοις τὰ