1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

73

εὐθέως τῆς ὠμότητος ἠκολούθει. Μετ' οὐ πολὺ γὰρ προσκρούσας τῷ βασιλεῖ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἐγένετο καὶ ὑπὸ τὸ θυσιαστήριον ἔκειτο, Ἰωάννου ἐπισκοποῦντος τοῦ Χρυσοστόμου, ἐκεῖθέν τε ἀφαιρεθεὶς νυκτὸς τὴν κεφαλὴν ἀποτέμνεται. Οὕτω μὲν οὖν Εὐτρόπιος δίκας τῆς ἁμαρτάδος ὑποστὰς καὶ ἐξ αὐτοῦ τοῦ καταλόγου τῶν ὑπάτων ἠλείφθη, μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου γεγραμμένου. 190 Exc. De ins.: Ὅτι Ῥουφῖνος, ὁ ἐπίτροπος Ἀρκαδίου, ἐξ ἐπιβουλῆς Εὐτροπίου τοῦ προκοίτου τῆς Ἀρκαδίου διήμαρτε κηδίας· ἀλλ' ὅμως τῇ πλεονεξίᾳ καὶ τῇ χαλεπότητι τῶν τρόπων πᾶσιν ὑπέροπτος ἦν, τόν τε βασιλέα οἰκειότητι τῶν βαρβάρων καταπλήττων, καὶ βαρεῖαν ἐπιτιθεὶς ἀνάγκην πρὸς τὸ κοινωνῆσαι τῆς ἁλουργίδος αὐτῷ, ποτὲ δὲ καὶ πλῆθος βαρβάρων εἰσαγαγὼν, ὧν Ἀλάριχος ἡγεῖτο, πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα καὶ τὰ περὶ τὴν Ἰλλυρίδα διεπόρθει· ὡς καὶ δῆλος ἅπασι γενέσθαι τῇ τῆς τυραννίδος ἐπιβουλῇ. Ὁ μὲν γὰρ ὑπέχαιρε, καὶ τὸν κοινὸν ὄλεθρον ἰδίαν κρηπῖδα τῆς βασιλείας ὑπελάμβανεν· ὁ δὲ βασιλεὺς ἐν ἀφασίᾳ διετέλει· οὐ μὴν καὶ ὁ Στελίχων ἐνταῦθα ὅμοιος ἦν, ἀλλὰ διέπλευσε μὲν αὐτὸς ἐς τὴν Ἑλλάδα, καίτοι μηδὲν προσήκουσαν τοῖς τῆς ἑσπερίας τέρμασι, τὰς τῶν ἐνοικούντων οἰκτείρας συμφορὰς, καὶ τοὺς βαρβάρους σπάνει τῶν ἀναγκαίων διαφθείρας, ἔπαυσε τῆς κατὰ τῶν ἐπιχωρίων ὁρμῆς. Συγκαλεσάμενος δὲ Γαϊνὰν, ὃς τότε τῶν ἑσπερίων στρατοπέδων ἔξαρχος ἦν, ἀρτύει τὴν κατὰ Ῥουφίνου σκευήν· ὅτε δὴ καὶ ὁ τοῦ Ἀρκαδίου στρατὸς ἔκ τε τῆς Εὐγενίου καθαιρέσεως καὶ τῆς τῶν βαρβάρων τῶν κατὰ τὴν Ἰλλυρίδα διώξεως ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐχώρει. Ὁ μὲν γὰρ βασιλεὺς κατὰ τοὺς παλαιοὺς νόμους εἰς ὑπάντησιν τῶν στρατοπέδων ἐκ τῆς πόλεως προῆλθεν· καὶ ὁ Γαϊνὰς αὐτὸν ἐφρούρει· πᾶσα δὲ ἦν ἀνάγκη καὶ τὸν τῆς αὐλῆς ἔπαρχον συνεξιέναι (Ῥουφῖνος δὲ ἦν). Καὶ ἅμα τε ὁ βασιλεὺς ὑπὸ τῶν στρατοπέδων Αὔγουστος ὀνομάζεται, καὶ Ῥουφῖνος κατετέμνετο, ταύτης τε ἔτυχε τῆς τελευτῆς. Παῖδες δὲ αὐτοῦ καὶ γαμετὴ πρὸς τὴν ἐκκλησίαν κατέφυγον· διηρπάζοντο δὲ ἀκωλύτως ἅπαντα ὅσα κατὰ τὴν δυναστείαν ἐκτήσατο. Τότε Γαϊνὰς ὁ τῶν ἑῴων στρατοπέδων ἔξαρχος, βάρβαρος ὢν τὸ γένος, καὶ ὑπὸ Ῥωμαίων κατ' ὀλίγου ἐπὶ τὴν στρατηγίδα προελθὼν, ἄρχειν διενοεῖτο, ὅπως ἂν καὶ αὐτῆς τῆς βασιλείας κρατήσοι. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς ἑαυτοῦ χώρας μετεπέμψατο, τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτῶν ἀριθμὸν ἔχειν κατέστησεν· Τριβιγίλδου δὲ ἑνὸς τῶν ὑποστρατήγων αὐτῷ, χιλιαρχοῦντος τῶν ἐνιδρυμένων τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ αὐτοῦ Γαϊνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, ἐπειδὴ Ἀρκάδιος μηδὲν προειδόμενος τὸν Γαϊνὰν ἔπεμψεν, εὐθὺς ἐπορεύετο, τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος. Ἦγε δὲ μετ' αὐτοῦ Γότθων τε καὶ ἑτέρων βαρβάρων οὐκ ὀλίγας μυριάδας· καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαϊνᾷ πλῆθος βαρβάρων, ἀλλὰ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλεν. Ἀλλὰ τότε μὲν ὁ βασιλεὺς διαπεμψάμενος πρὸς τὸν βάρβαρον, λόγοις αὐτὸν καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἐγίνετο· τοῦ δὲ ἐξαιτοῦντος δύω τῶν προεστώτων τῆς συγκλήτου λαβεῖν ἀπὸ τῶν ὑπάτων ἀνδρῶν, Σατορνῖνόν τε καὶ Αὐρηλιανὸν, ἀκοντὶ αὐτοὺς ὁ βασιλεὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχε. Καὶ οἱ μὲν ὑπὲρ τοῦ κοινοῦ προαποθνήσκειν αἱρούμενοι, γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον, καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ὑπήντων, ἕτοιμοι πάσχειν πᾶν ὅ τι ὁ βάρβαρος ἤθελεν. Ἀλλ' οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν, ὁ δὲ παρῆν ἐπὶ τὴν Χαλκηδόνα. Ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοι δὲ πρὸς τῷ οἴκῳ τῆς μάρτυρος Εὐφημίας, ὅρκοις ἐπιστοῦντο ἀλλήλους. Καὶ ὁ μὲν βασιλεὺς ἐφύλαττεν· Γαϊνὰς δὲ παρεσπόνδει, καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν· ἀλλ' ἐμπρησμόν τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατὰ τῆς Κωνσταντίνου