1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

75

νομίζεσθαι πεῖραν πολλῶν εἰληφέναι πραγμάτων· καρτερικός τε οὕτως ὡς κρύος καὶ καῦμα γενναίως ὑπομένειν. Τὸ δὲ ἀνεξίκακον καὶ φιλάνθρωπον αὐτοῦ πάντας ἀνθρώπους, ὡς εἰπεῖν, ὑπερέβαλεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς καίτοι φιλοσοφεῖν ἐπαγγελλόμενος οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν Ἀντιοχέων αἰνιξαμένων αὐτὸν, ἀλλὰ βασάνους τῷ Θεοδώρῳ προσήγαγε. Θεοδόσιος δὲ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς τὴν δι' ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς, φόνων τε παντελῶς ἀπεχόμενος· καί ποτέ τινος τῶν ἐγγὺς ἐρομένου αὐτὸν διὰ τί τοὺς ἀδίκους μὴ θανατοῖ, ἔφη, «Εἴθε δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν.» Εἰ γάρ τις καὶ ἄξια κεφαλικῆς τιμωρίας πεπραχὼς ἀπήγετο, ἡ τῆς φιλανθρωπίας ἀνάκλησις τὸν ἐκείνου θάνατον παρελάμβανεν. 194 Ibid.: Ὅτι Θεοδόσιος τὴν ἀρχὴν παρὰ Ἀρκαδίου τοῦ πατρὸς διαδεξάμενος ἀπόλεμος ἦν καὶ δειλίᾳ συνέζη, καὶ τὴν εἰρήνην χρήμασι καὶ οὐχ ὅπλοις ἐκτήσατο. Καὶ ὑπὸ τοῖς εὐνούχοις πάντα ἔπραττε. Καὶ ἐς τοσοῦτο τὰ πράγματα ἀτοπίας φέρεσθαι οἱ εὐνοῦχοι παρεσκεύασαν, ὡς συνελόντι εἰπεῖν ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν, οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι συνεχώρησαν, καίτοι ἀγαθῆς ὑπάρχοντα φύσεως· ἀλλ' εἰς πεντήκοντα ἐνιαυτοὺς συνελάσαντα βαναύσοις τέ τισι τέχναις καὶ θήραις προσκαρτερεῖν παρέπεισαν, ὥστε αὐτούς τε καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος, ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. Suidas: Θεοδόσιος, βασιλεὺς Ῥωμαίων, ὁ μικρός. Οὗτος διαδεξάμενος παρὰ πατρὸς τὴν ἀρχὴν, ἀπόλεμος ὢν καὶ δειλίᾳ συζῶν, καὶ τὴν εἰρήνην χρήμασιν, οὐχ ὅπλοις κτησάμενος, πολλὰ προσεξένησε κακὰ τῇ Ῥωμαίων πολιτείᾳ. Ὑπὸ γὰρ τοῖς εὐνούχοις τραφεὶς πρὸς πᾶν σφίσιν ἐπίταγμα εὐπειθὴς ἦν· ὥστε καὶ τοὺς λογάδας τῆς ἐκείνων δεῖσθαι ἐπικουρίας, καὶ πολλὰ νεοχμεῖσθαι ἐν τοῖς πολιτικοῖς καὶ στρατιωτικοῖς τάγμασι, μὴ παριόντων εἰς τὰς ἀρχὰς ἀνδρῶν τῶν διέπειν ταῦτα δυναμένων, ἀλλὰ τῶν χορηγούντων χρυσίον, διὰ δὲ τὴν τῶν εὐνούχων πλεονεξίαν καὶ τῶν Σεβαστιανοῦ δορυφόρων πειρατικὸν συστὰν τόν τε Ἑλλήσποντον καὶ τὴν Προποντίδα διαταράξαι. Ἐς τοῦτο τὰ πράγματα οἱ εὐνοῦχοι ἀτοπίας παρεσκεύασαν, ἀποβουκολοῦντες τὸν Θεοδόσιον, ὥσπερ τοὺς παῖδας ἀθύρμασιν· οὐδὲν ὅ τι καὶ ἄξιον μνήμης διαπράξασθαι παρεσκεύασαν· ἀλλ' εἰς νʹ ἐτῶν ἡλικίαν ἐληλυθὼς διετέλεσε βαναύσους τέ τινας μετιὼν τέχνας καὶ θήρᾳ προσκαρτερῶν· ὥστε τοὺς εὐνούχους καὶ τὸν Χρυσάφιον ἔχειν τὸ τῆς βασιλείας κράτος· ὅνπερ ἡ Πουλχερία μετῆλθε, τοῦ ἀδελφοῦ τελευτήσαντος. 195 Exc. De ins.: Ὅτι ἐπὶ Θεοδοσίου τοῦ νέου, [ ̓Ιωάννης πρωτοστάτης ὢν τῶν βασιλικῶν ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείαν ἀποστέλλει πρὸς τὸν Θεοδόσιον δεχθῆναι εἰς βασιλέα δεομένην· οὓς δὲ ὁ βασιλεὺς ἐν φρουρᾷ ποιησάμενος, πέμπει τὸν στρατοπεδάρχην Ἀρδαβούριον, ὃς τὸν Περσικὸν πόλεμον ἠγωνίσατο. Καὶ ὁ μὲν εἰς Σαλώνας παραγενόμενος, ἔπλει ἐπὶ τὴν Ἀκυληίαν, καὶ χρῆται τύχης ἐναντιότητι, μᾶλλον δὲ θειότητι, ὡς ὕστερον ἀπεδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν τοῦ τυράννου ἐνέβαλεν· ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην τὸν αὐτοκράτορα καταστῆσαι τοῦ ψηφίσασθαι αὐτὸν συμβασιλεύοντα. Ἀλλ' ὁ μὲν Θεοδόσιος ἐν ἀγῶνι ἐγένετο καὶ ὁ τοῦ Ἀρδαβουρίου παῖς Ἄσπαρ, καὶ ἀφασία κατεῖχε τὰ Ῥωμαίων πράγματα. Ὁ δὲ Θεὸς ἄγγελον ἐν σχήματι ποιμένος ἀπέστειλεν ὁδηγεῖν τὰ Ῥωμαίων στρατόπεδα καὶ τὸν στρατηγὸν Ἄσπαρα, ἄγει τε ἅπαντας διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης (ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διέτριβεν), ὅθεν οὐδεὶς οὐδέποτε διαβεβηκέναι ἱστόρηται. Οὕτως οὖν διαβάντες τὴν ἄβατον, καὶ βατὴν διὰ ξηρᾶς τὴν πορείαν εὑρόντες, ἀνεῳγμένας τε τὰς πύλας κατιδόντες, τῆς πόλεως ἐγκρατεῖς ἐγένοντο· καὶ τοῦτον ἀνελόντες