1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

81

210 ΖΕΝΩΝ.

Ibid.: Ὅτι ἐπὶ Ζήνωνος τοῦ βασιλέως Θευδέριχος ὁ Τριαρίου, τὴν στρατηγίδα

τῶν Θρᾳκίων διέπων, Ἡράκλειον τὸν Φλώρου πρὸς τὸ Χερρονήσου τεῖχος ἀνεῖλεν, καὶ τῆς πρὸς Ῥωμαίους ὑπακοῆς καταφρονήσας, ἐμφανῶς εἰς πόλεμον ὥρμησεν. Βοηθήσων τοίνυν τοῖς ἐκεῖσε ὁ Ἰλλοῦς σταλεὶς ὑπὸ Ζήνωνος, πολλὴν ὠφέλειαν ἐπεδείξατο. Ἀναμιχθεὶς δὲ Βασιλίσκῳ καὶ συνδιατρίψας αὐτῷ, κοινωνὸν τῆς κατὰ τοῦ βασιλέως ποιεῖται βουλῆς. Καὶ δὴ καὶ Ἁρμάτιον προστεθῆναι αὐτοῖς ὑποσχομένου Βασιλίσκου, γράμματα λαβὼν ὁ Ἰλλοῦς πρὸς τὸν Ἁρμάτιον, ἐς τὴν Κωνσταντίνου πόλιν ἐπανῆκεν. Ὁ δὲ αὐτίκα εἰσηγεῖτο Βηρίνῃ ἄνδρα ποιησαμένῃ Πατρίκιον, τὸν ἀπὸ τῆς ἀρχῆς τοῦ μαγίστρου, τῆς αὐτοκράτορος ἐπιλαβέσθαι ἐξουσίας, μηδὲ ἑτέρῳ ταύτην προεῖσθαι. Ἥδε καὶ ἐξ αὐτῆς τούτου ἐφιεμένη ῥᾷστά τε ἐπέκλινε πρὸς τὰ εἰρημένα, καὶ τὴν πρώτην τῆς ἱπποδρομίας θέαν τοῦ Ζήνωνος συντελοῦντος, στέλλει τινὰ πρὸς αὐτὸν, ἥκειν θᾶττον αὐτὸν παρακελευσαμένη. Ὡς δὲ καταλιπὼν ἅπαντα Ζήνων πρὸς αὐτὴν ἐγένετο, ἔφη ταχεῖαν αὐτοῖς δεῖν φυγὴν, ἢ γενέσθαι ὑπὸ τοῖς ἀναιροῦσιν· ἁπάντων γὰρ εἰς τοῦτο συνεληλυθέναι τὴν γνώμην. Ὁ μὲν οὖν Ζήνων εἰς οὐδὲν ἀναβαλλόμενος, ὡς ἤκουσεν ὡς δέον αὐτοὺς ἀποδρᾶναι, νύκτωρ ἅμα τῇ γαμετῇ Ἀριάδνῃ καὶ τῇ αὐτοῦ μητρὶ Λαλλίδι ἀναλαβὼν πάντα ὁπόσα τοῖς βασιλείοις κειμήλια ἦν ἔν τε ἐσθῆτι καὶ τῷ ἄλλῳ κόσμῳ, ἐνάτῃ τῆς ὑπατείας ἡμέρᾳ, περαιωθεὶς κατὰ Χαλκηδόνα σὺν πολλοῖς τῶν Ἰσαύρων ᾤχετο, ἡμιόνοις καὶ ἵπποις χρώμενος. 211 Ibid.: Ὅτι μετὰ τὴν ἐπάνοδον Ζήνωνος, φωραθέντες τινὲς ἐπὶ προφάσει τυραννίδος ἀπώλοντο. Οὔπω δὲ τοῦ πρώτου διαγενομένου ἐνιαυτοῦ ἐκ τῆς ἐπανόδου Ζήνωνος, μικροῦ πρὸς διαφορὰν ἤλασαν Ἰλλοῦς τε καὶ αὐτὸς, ἐκ τοῦ κρατηθῆναι Παῦλον, τὸν τοῦ βασιλέως οἰκέτην, πρόκωπον ἔχοντα ξίφος εἰς ἐπιβουλὴν Ἰλλοῦ. Ἀλλὰ τότε μὲν ὁ Ζήνων ἐθεράπευσε τὸ δεινὸν, ἐκδοὺς εἰς τιμωρίαν τὸν παῖδα. Τῷ δὲ ἐπιόντι ἐνιαυτῷ (478), ὑπάτου μὲν ἀποδεδειγμένου Ἰλλοῦ, καὶ πρὸς τὴν ἐπανόρθωσιν τῆς βασιλικῆς ἐσπουδακότος στοᾶς, ἑτέρα τις κατ' αὐτοῦ γίνεται ἐπιβουλὴ, ἐξ αἰτίας τοιᾶσδε. Βάρβαρός τις Ἀλανὸς τὸ γένος, κατὰ τὴν τοῦ μαγίστρου σχολὴν ἐπελθὼν τῷ Ἰλλοῦ ξιφήρης συνέχεται, καὶ βασάνοις ὑποπεσὼν, ἐξ ὑποθήκης Ἐπινίκου τὸ πραχθὲν ὡμολόγησεν. Οὗτος δὲ ἦν γένος μὲν Φρὺξ, ἐν δὲ τοῖς τὰ συμβόλαια τελοῦσι τεταγμένος, Οὐρβικίῳ δὲ τῷ τῶν θείων αὐλῶν προκοίτῳ ἐκ τινος περιπετείας γνωρισθεὶς, καὶ τὴν ὅλην αὐτῷ περιουσίαν διῳκηκὼς, καὶ πρός γε τῇ Βηρίνῃ ᾠκειωμένος ἐπὶ τὴν τῶν πριβάτων ἀνέδραμεν ἀρχὴν, ἐκεῖθέν τε καὶ τῶν βασιλείων θησαυρῶν, καὶ πρὸς τὸν ὕπαρχον ἀνέβη θρόνον. Οὗ δὴ διελεγχθέντος, ὁ Ἰλλοῦς, ὡς ἦν πρὸς τὸ θησαυρίζειν τὰς ὀργὰς ἐπιτήδειος, καὶ τοῦτο διαφῆκεν, οὐδὲ τὸν ἁλόντα κρατήσας. 2. Τότε μὲν οὖν ὁ Ζήνων τὸν Ἐπίνικον ἐξ αὐτοῦ καθελὼν τοῦ θρόνου, καὶ τῆς οὐσίας καὶ τῆς ἀξίας ἐγύμνωσε, θεραπεῦσαι τὸν Ἰλλοῦν ἐσπουδακὼς, καὶ τὸν Θευδέριχον προχειρίζεται, τὸν ἐπιλεγόμενον Στραβὸν, δωρεαῖς τε αὐτὸν πολλαῖς σύμμαχον καὶ φίλον ἐποιήσατο. Ὁ δὲ Ἰλλοῦς τὸν μὲν Ἐπίνικον κατὰ τὴν Ἰσαυρων ἔπεμψε φυλάττεσθαι, αὐτὸς δὲ λαβόμενος τοῦ τεθνάναι οἱ τὸν ἀδελφὸν Ἀσπάλιον, ἔξοδον αἰτήσας παρὰ τοῦ βασιλέως, ἀφορμήθη. Καὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος, καὶ τῷ Ἐπινίκῳ ἐντυχὼν, καὶ γνοὺς ἐξ αὐτοῦ τὰ τῆς ἐπιβουλῆς αὐτῷ ὑπὸ Βηρίνης συνταγέντα, προσεποιήσατο ἄχρις οὗ Ζήνων, μεταπεμψάμενος αὐτὸν, ἐκ τῆς συμβάσης ὑπὸ σεισμῶν συμφορᾶς *. Ὡς δὲ τὸν Παμπρέπιον ἐπαγόμενος Ἰλλοῦς, ἄνδρα ἐκ τῆς Πανὸς ὡρμημένον πόλεως Αἰγύπτου, γραμματικὴν δὲ μετιόντα, καὶ ἐκ πολλοῦ κατὰ