84
ταῦτα οἱ στρατηγοῦντες αὐτῶν ἔμαθον, ἕκαστος τοῖς πλησιάζουσι φρουρίοις κατέφευγεν· αὐτὸς δὲ Ἰλλοῦς ἅμα Λεοντίῳ διανυκτερεύσας, ἀνῆλθεν εἰς τὸ Χέρρεως φρούριον, τῶν Ἰσαύρων αὐτοὺς κατὰ μικρὸν ἀπολιμπανόντων, καὶ τὰ τοῦ βασιλέως Ζήνωνος αἱρουμένων, ξʹ καὶ * μόνας ἡμέρας τοῦ Λεοντίου ἐν εἰκόνι βασιλείας διαγενομένου. Ἑπομένων δὲ αὐτοῖς οὐ μεῖον ἢ δισχιλίων ἀνδρῶν, τοὺς μάλιστα αὐτῶν εὔνους ἐπιλεξάμενοι, τοὺς λοιποὺς ἐν τοῖς ἄντροις ἀπεχώρησαν *, ἃ πολλαχοῦ τῇ φύσει τῶν τόπων εἴργαστο. 6. Ἀγγελθείσης δὲ τῆς Ἰλλοῦ καὶ Λεοντίου φυγῆς, ὁ Ζήνων Κοττομένην στρατηγὸν ἑκατέρων ποιεῖται δυνάμεων, Λογγῖνον δὲ τὸν ἐκ Καρδάμων μάγιστρον. Καὶ τὸ μὲν Θευδερίχου πλῆθος ἀνεκαλέσατο, τοὺς δὲ τῶν Ῥόγων μένειν ἐν τῇ χώρᾳ προσέταξεν. Ἐν δὲ τῇ τοῦ φρουρίου προσεδρίᾳ πολλάκις συμβολαὶ διηγωνίσθησαν. Βηρίνα δὲ μετ' ἐνάτην ἡμέραν τῆς ἐν φρουρίῳ καταφυγῆς παρεθεῖσα ἐτελεύτησε, καὶ ἐν μολιβδίνῃ ἐταριχεύθη λάρνακι. Ἀλλὰ μὴν καὶ Μάρσος μετὰ λʹ ἡμέρας ἀποθανὼν, τῇ ἴσῃ παρεδόθη ταφῇ. Ὁ δὲ Ἰλλοῦς, τὴν τοῦ φρουρίου φυλακὴν ἐπιτρέψας Ἰνδακῷ Κοττούνῃ, τὸ λοιπὸν ἐσχόλαζεν ἐν ἀναγνώσει βιβλίων. Καὶ ὁ Λεόντιος ἐν νηστείᾳ τε καὶ θρήνοις διετέλει. Ἐμειονεκτεῖτο δὲ ἐκ τούτου τὰ περὶ τὸν Ἰλλοῦν· καὶ ὁ ἀντικάστελλος δὲ ὑπὸ τῶν ἔνδον Ῥωμαίοις προεδόθη, ὡς ἐν ἀπογνώσει τοὺς περὶ τὸν Ἰλλοῦν γενέσθαι. 7. Ὑπάτου δὲ τοῦ Λογγίνου κατὰ τὸν ἑξῆς ἀποδεδειγμένου χρόνον (an. 486), ὅτε Θευδέριχος πάλιν εἰς ἀπόστασιν εἶδε, καὶ τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνετο χωρία, (καὶ) ὁ Ζήνων πρὸς τὸ Ὀδόακρον τὸν τῶν Ῥόγων ἐπανέστησε γένος, ὡς ἔγνω τοῦτον πρὸς τὴν Ἰλλοῦ συμμαχίαν παρασκευαζόμενον. Λαμπρὰν δὲ ἀναδησαμένων νίκην τῶν περὶ τὸν Ὀδόακρον, πρὸς δὲ καὶ πεμψάντων δῶρα τῷ Ζήνωνι τῶν λαφύρων, ἀποπροσποιησάμενος συνήδετο τοῖς πραχθεῖσιν. Οἱ δὲ τῇ Ἰλλοῦ καὶ Λεοντίου προεδρεύοντες πολιορκίᾳ, μετὰ τὸ ἐπιτυχεῖν τοῦ ἀντιφρουρίου πολλοῖς μηχανήμασιν ἐχρῶντο. Ἀντικαθεζομένων δὲ τῶν στρατευμάτων, καὶ ἐς λόγους φιλίους ἀνῆλθον Ἰλλοῦς τε καὶ Ἰωάννης ὁ Σκύθης, καὶ γραμμάτιον πρὸς τὸν Ζήνωνα διεπέμψαντο, ὑπομιμνῆσκον αὐτὸν ***. 215 Exc. De virt.: Ὅτι ὁ βασιλεὺς Ἀναστάσιος ἐπὶ τὸ χεῖρον τραπεὶς πᾶσαν ὁμοῦ τὴν τῆς πολιτείας ἀριστοκρατείαν μετέστησε, τὰς μὲν ἀρχὰς ἁπάσας ἀπεμπολῶν καὶ τοῖς ἀδικοῦσι συγχωρῶν, καὶ πρός γε χρημάτων ἀκόρεστον ἐπιθυμίαν τραπείς· ὡς κενὰς ἐντεῦθεν γενέσθαι καταλόγων τὰς ἐπαρχίας, καὶ πρὸς τὸ ἄηθες καὶ ξένον καταπεπλῆχθαι τοὺς ἄνδρας. Οὐδὲ γὰρ ὅπλοις τοὺς ἐπιόντας βαρβάρους ἠμύνετο, ἀλλὰ χρήμασι τὴν εἰρήνην ἐξωνούμενος διετέλει. Πρὸς δέ γε τούτοις καὶ τὰς τῶν τελευτώντων οὐσίας ἐπολυπραγμόνει, κοινὴν ἅπασι δωρούμενος τὴν πενίαν. Ὧν γὰρ αὐτὸς ἐλάμβανε τὰς οὐσίας, τούτοις μετ' ὀλίγον διεδίδου τῷ τῆς εὐσεβείας τρόπῳ· καὶ ὧν ἐγύμνου πόλεων τοὺς ἐνοικοῦντας, τὰς οἰκοδομὰς ἀνενέου· ὡς καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶς κοσμῆσαι, καὶ τρισὶ περιβαλεῖν στεφάνοις. 216 Ibid.: Ὅτι ἐπὶ τοῦ Ἀναστασίου τοῦ βασιλέως δειναὶ ταῖς κατὰ Λιβύην πόλεσιν ἐπέσκηψαν θλίψεις ὑπὸ τῶν καλουμένων Μαζικῶν. Ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου ἐς ἡγεμονίαν, ἀνδρὶ νέῳ καὶ πολὺ τὸ κοῦφον κεκτημένῳ· καὶ μετ' ἐκεῖνον αὖθις Βασσιανῷ τῷ παιδί. Ὁ δὲ οἷς ἔπραξε παντοίως τὰς τοῦ πρὸ αὐτοῦ ἄρξαντος ὑπερβαλλόμενος ἀσελγείας, ἔδωκε Λίβυσιν αἱρεῖσθαι τὰ πρότερα, καὶ ταῦτα τοῖς μὲν πενίας, τοῖς δὲ θανάτου μνήμην καταλείψαντα. Οὕτως, εἰ δέοι εἰπεῖν, οἵ τε ἀφ' αἵματος καὶ ἁπλῶς οἱ τὴν Μαρίνου παρευτυχήσαντες εὔνοιαν, τοῖς Λιβύων διαφερόντως καὶ Αἰγυπτίων ἐνεφορήθησαν κτήμασιν. 217 ̣Cod. Vatican.̣: Λογισάμενος Ἰουστινιανὸς τὴν δαπάνην τῶν τοσούτων χιλιάδων δεῖν ἔκρινε μᾶλλον δι' ὀλίγων δώρων συμβάλλειν ἀλλήλοις τοὺς τῶν ἐθνῶν ἄρχοντας, ἵνα τοὺς μὲν μήτε τοσαῦτα δαπανᾷ εἰς τὸν στρατὸν μήτ' ὀχλεῖται πέμπων κατ' αὐτῶν, ἐκεῖνοι δὲ ἀλλήλοις αἰτία φθορᾶς γίνοιντο, ὃ δῆτα τέως ἐπὶ τοῖς