1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

2

ἀσεβείας τὴν ἔκθεσιν, ἀλλ' ἐξ ἀνάγκης ἐπὶ τοὺς λόγους τούτους ἐληλυθέναι. Ἐβούλετο μὲν γὰρ ἐκ παντὸς τρόπου τὸ πονηρὸν τοῦτο καὶ ἄθεον περιαγγεῖλαι κήρυγμα, καὶ εἰς μέ σον ἐνεγκεῖν ἣν πάλαι συνέλαβε καὶ ὤδινε βλασφη μίαν· ἑώρα δὲ, ὅτι τὸ μὲν ἐκ τοῦ προφανοῦς ἐν διδασκάλου τάξει προκαθεσθῆναι, πρὸς τῷ λίαν φορτικῷ καὶ προσάντει τοῖς ἀκούουσιν, ἔτι καὶ ἀπί θανον ἑαυτὸν καὶ ὕποπτον τοῖς πολλοῖς καταστήσει, ὡς δόξης ἐπιθυμίᾳ ἐπὶ τὸ νεωτερίζειν ἐληλυθότα· εἰ δὲ ἐν ἀπολογίας πλάσματι τοὺς λόγους ποιοῖτο, τῆς τε καινοτομίας τὸ ὕποπτον διαφεύξεσθαι, καὶ μᾶλλόν τι τούτῳ προσάξεσθαι τοὺς ἀκούοντας, φύσει πάντων ἀνθρώπων ταῖς εὐνοίαις εἰωθότων τοῖς ἐλαττουμένοις προστίθεσθαι. ∆ιὰ τοῦτο κατηγόρους αἰτιᾶται καὶ συκοφάντας, κἀκείνοις τοῦ λόγου τὴν αἰτίαν προσάπτει. Ὥστε δὲ πᾶσιν αὐτοῦ γενέσθαι τὴν τέχνην καταφανῆ, οὐδὲν χεῖρον αὐτῆς ἀκοῦσαι τοῦ προοιμίου τῆς λέξεως. Ἔχει δὲ οὕτως. 29.504 {ΕΥΝΟΜΙΟΣ.} Τὸ μὲν οὖν συκοφαντεῖν καὶ διαβάλ λειν τινὰς ἐξ ἀκολάστου γλώττης καὶ γνώμης ἀγνώ μονος, μοχθηρῶν καὶ φιλαπεχθημόνων ἔργον εἰ δότες· τὸ δὲ τοὺς ἐκ διαβολῆς εἶναι δόξαντας πονη ροὺς πάσῃ προθυμίᾳ πειρᾶσθαι τὸ ψεῦδος τοῖς ἐλέγ χοις ἀποτρέπειν ἀνδρῶν σωφρόνων καὶ μετὰ τῆς ἰδίας εὐβουλίας τὴν τῶν πολλῶν ἀσφάλειαν περὶ πολ λοῦ ποιουμένων. {ΒΑΣΙΛΙΟΣ.} Τὸ μὲν οὖν σχῆμα τοῦ λόγου τοιοῦτον, οἷον ἂν γένοιτο τοῦ μηδὲν ἁπλῶς μηδὲ ἀδόλως ποιοῦντος. Τό τε γὰρ περὶ τὴν καινοτομίαν ὕποπτον τῷ τῆς ἀπολογίας προκαλύμματι συσκιάζει, καὶ εὔνοιαν θηρᾶται παρὰ τῶν ἀκουόντων, ὡς τῇ ἀνάγκῃ τῆς διαβολῆς ἐπὶ τοὺς λόγους τούτους ἐλθών. Ἐλέγχεται δὲ αὐτοῦ ἡ περὶ τὴν ἀπολογίαν σκηνὴ, ὅτι τοῦ ἐγ κλήματος, ἐφ' ᾧ διαγωνίζεσθαι προσποιεῖται, κατ ήγορον εἰπεῖν οὐκ ἔχων, ἀπρόσωπον τὸ τῆς ἀπολο γίας ὑπεισέρχεται δρᾶμα· οὐ διὰ μακροθυμίαν ὀνομαστὶ μνησθῆναι τῶν λελυπηκότων ἀπεχόμενος (πῶς γὰρ, ὅς γε τοσαύταις λοιδορίαις πλύνει τοὺς ἀντιλέγοντας), ἀλλὰ τοῦ ψεύδους τὸ περιφανὲς ὑφ ορώμενος, ἐπιφημίζειν ἑαυτῷ ὡρισμένα πρόσωπα κατηγόρων αἰσχύνεται. Εἰ γὰρ εἶχεν ὀνομάσαι τι νὰς, εἶπεν ἂν πάντως καὶ διεβόησεν· εἰ καὶ μὴ τὴν ἑαυτοῦ ὀργὴν ἐκπληρῶν, ἀλλὰ τήν γε τῶν πολλῶν ἀσφάλειαν διοικούμενος· ὧν δὴ καὶ μάλιστα προ νοεῖν ἐπαγγέλλεται. Λανθάνουσα γὰρ πονηρία τῆς προκεκηρυγμένης βλαβερωτέρα. Ὥστε, εἴπερ ἔγνω μεν τοὺς συκοφάντας, ῥᾷον ἂν διεφύγομεν τὰς ἀκο λάστους γλώσσας αὐτῶν καὶ τὰς ἀγνώμονας γνώ μας· αὐτοῖς γὰρ χρήσομαι τοῦ σοφωτάτου τοῖς ῥή μασιν. Ἀλλ' ἐπειδὴ τότε, δι' ἢν δήποτε αἰτίαν, ἀπεσιώπησε, νῦν ἐρωτάσθω, νῦν ἀποκρινέσθω· τίνες οἱ κατήγοροι οἱ, τῷ προλαβεῖν ταῖς διαβολαῖς, ἀναγκαίαν αὐτῷ τὴν ἀπολογίαν κατασκευάζοντες; ἐκ ποίας οἰκουμένης ἐλθόντες; τίνες οἱ δικασταὶ, ἐφ' ὧν διατίθεται τὸν ἀγῶνα; ἐν ποίῳ δικαστηρίῳ τὴν γραφὴν ταύτην ὑπεισῆλθε; ποῦ γῆς ἢ θα λάττης συγκροτηθέντι; Τί γὰρ ἂν καὶ εἴποιεν; Ἐν Σελευκείᾳ; Ἀλλὰ σιωπήσαντες ἑάλωσαν, οἵ γε, προκαλουμένων πολλάκις τῶν συνελθόντων εἰς τὰς ὑπὲρ τῶν ἐπιφερομένων εὐθύνας, οὐκ ἀπήντησαν· ἐφ' οἷς δὴ καὶ κατεκρίθησαν τηνικαῦτα. Κοινὸς γάρ μοι ὁ λόγος πρὸς ἅπαν ὁμοῦ τὸ σύνταγμα, τὸ διὰ τὴν κοινωνίαν τῆς ἀσεβείας, ὥσπερ τι μέλος νενο 29.505 σηκὸς τοῦ ὑγιαίνοντος σώματος τῆς Ἐκκλησίας ἀποῤῥαγέν. Ἀλλ' ἐν Κωνσταντινουπόλει; Ἀλλ' οὐδὲν ἐκεῖ ἀπολογίας ἔδει καὶ λόγων. Τοὺς γὰρ ἐκ τῆς βασιλικῆς αὐλῆς, καὶ τῶν λοιπῶν τοὺς τὰ μέ γιστα δυναμένους ἑαυτῶν ποιησάμενοι, ἐκ πολλοῦ τοῦ περιόντος τοῖς πράγμασι προσεφέροντο· αὐτοὶ καὶ κατήγοροι, καὶ δικασταὶ, καὶ δήμιοι, καὶ πάντα ὄντες ὅσα ἐβούλοντο, ὅτε, τῶν ἐπισκόπων τοὺς μὲν ἐκβάλλοντες, τοὺς δὲ ἐγκαθιστῶντες, τοῖς δὲ τὸν περὶ τοῦ ζῇν ἐπικρεμῶντες κίνδυνον, αὐτοὶ τὰς πό λεις ἐν ἀλλήλοις κατ' ἐξουσίαν πολλὴν διελάγχανον· καὶ ὁ μέν τις τῶν ἐν Συρίᾳ πόλεων ἐκπεσὼν, τὴν Κωνσταντινούπολιν, ὡς ἐπὶ τυραννίδα, κατ έλαβεν· αὐτὸς δὲ οὗτος ὁ ἄμαχος καὶ