1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

26

ἕτε ρα λεγόμενα τὴν σχέσιν μόνην ἐμφαίνει τὴν πρὸς ἃ λέγεται; Οἷον, ἄνθρωπος μὲν, καὶ ἵππος, καὶ βοῦς, αὐτὸ ἕκαστον τῶν ὀνομαζομένων παρίστη σιν· υἱὸς δὲ, ἢ δοῦλος, ἢ φίλος, μόνης τῆς πρὸς τὸ συνεζευγμένον ὄνομα συναφείας ἐστὶ δηλωτικά. Ὁ τοίνυν ἀκούσας γεννήματος οὐκ ἐπί τινα οὐσίαν τῇ διανοίᾳ φέρεται, ἀλλ' ὅτι ἑτέρῳ ἐστὶ συναπτόμενον ἐννοεῖ. Τὸ γὰρ γέννημά τινος λέγεται γέννημα. Ὃ μέντοι οὐχ ὑποστάσεώς τινος ἔννοιαν ἐμποιεῖ, 29.589 ἀλλὰ μόνην τὴν πρὸς ἕτερον σχέσιν ἀποσημαίνει, τοῦτο οὐσίαν εἶναι νομοθετεῖν πῶς οὐ τῆς ἀνωτάτω παραπληξίας ἐστί; Καίτοιγε μικρὸν ἔμπροσθεν ἐδείκνυτο παρ' ἡμῶν, ὅτι καὶ τὰ ἀπολελυμένα τῶν ὀνομάτων, κἂν τὰ μάλιστα δοκῇ ὑποκείμενόν τι δη λοῦν, οὐκ αὐτὴν παρίστησι τὴν οὐσίαν, ἰδιώματα δέ τινα περὶ αὐτὴν ἀφορίζει. Ἀλλ' ὁ σοφώτατος, καὶ ταῖς ματαιοτεχνίαις ἅπαντα τὸν βίον ἐσχολακὼς, οὐκ ἐρυθριᾷ αὐτὴν τὴν οὐσίαν τοῦ Μονογενοῦς σημαίνειν λέγων τὸ γέννημα. Τοῦτο δὲ ὅσην τὴν ἀτοπίαν ἔχει, σκοπεῖτε. Εἰ γὰρ ἡ οὐσία γέννημα, καὶ ἀνάπαλιν, εἴ τι γέννημα, τοῦτο οὐσία· ὁμοούσια τὰ γεννήματα πάντα ἀλλήλοις ἔσται. Ἐκ δὴ τούτου τί συμβήσεται κατὰ τὸν τούτου λόγον; Ὁ δημιουργὸς τῶν ὅλων πᾶσι τοῖς γεννήσεως μετειληφόσι τὴν αὐτὴν ἔχων οὐσίαν ἀνα φανήσεται. Οὐ γὰρ δὴ ἐπὶ μὲν τοῦ Υἱοῦ οὐσίαν φήσει σημαίνειν τὸ γέννημα, ἐπὶ δὲ τῶν λοιπῶν τῶν μετ εχόντων γενέσεως οὐκέτι τὴν αὐτὴν ἔννοιαν ἀποσώ ζειν. Ἐπεὶ λεγέτω τινὰ αἰτίαν σαφῆ καὶ ἀναν τίῤῥητον τοῦ τὴν αὐτὴν προσηγορίαν μὴ ἐπὶ πάντων ὁμοίως τὸ ἴσον δύνασθαι. Ἀλλ' οὐκ ἂν ἔχοι. Ὃν γὰρ ἂν ἐπινοήσῃ γεννήματος λόγον, οὗτος πᾶσιν ὁμοίως τοῖς γεννητοῖς ἐφαρμόσει. Μέγιστον δὲ τε κμήριον τῆς ἀληθείας τοῦ λόγου ἡ αὐτοῦ ἑκάστου τῶν ἀκουόντων διάνοια. Ἐρωτάτω γὰρ ἕκαστος ἑαυ τὸν, ἐπειδὰν ἀκούσῃ, Ὁ δεῖνα τοῦ δεῖνος γέννη μα, τίνα ἔννοιαν ἐντυποῦται. Ἆρα ὅτι ὁ γεννηθεὶς οὐσία τοῦ γεγεννηκότος ἐστίν; Ἢ τοῦτο μὲν κατα γέλαστον, ἐκεῖνο δὲ ἀληθὲς, ὅτι παρ' αὐτοῦ γεννητῶς εἰς τὸ εἶναι παρήχθη. Τοῦτο τοίνυν ὁμοίως ἐπί τε τοῦ Μονογενοῦς καὶ ἐφ' οὑτινοσοῦν τῶν γεννη θέντων ἁρμόσει λέγεσθαι. Καὶ μηδεὶς (ἐπειδὴ κοινὸν τὸ τῆς σχέσεως) καθαίρεσιν εἶναι τῆς ἀξίας τοῦ Μο νογενοῦς νομιζέτω. Οὐ γὰρ ἐν τῷ πρός τί πως ἔχειν ἡ διαφορὰ τῷ Υἱῷ πρὸς τὰ ἄλλα, ἀλλ' ἐν τῇ ἰδιότητι τῆς οὐσίας ἡ ὑπεροχὴ τοῦ Θεοῦ πρὸς τὰ θνητὰ δια φαίνεται. Σκοπεῖτε μέντοι ποῦ τῆς ἀτοπίας ὁ τούτων λόγος ἐκφέρει. Εἰ τὸ γέννημα ἑτέρου λέγεται γέννη μα, ὡς ἥ τε κοινὴ συνήθεια βεβαιοῖ, καὶ οὐδεὶς ἀντ ερεῖ, ταυτὸ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ οὐσίαν ση μαίνει κατὰ τὸν τούτων λόγον· ἐκείνου ἔσται οὐσία, οὗ καὶ γέννημα λέγεται. Ἔσται τοίνυν ἐκ τῆς ἀκο λουθίας ταύτης οὐκέτι τοῦ Μονογενοῦς τὴν οὐσίαν ἡ τοῦ γεννήματος προσηγορία σημαίνουσα, ὅπερ οὗτοι βιάζονται, ἀλλὰ τοῦ Θεοῦ τῶν ὅλων. Εἰ γὰρ οὐχ οἷόν τε ἕτερον μέν τι τὴν οὐσίαν νοεῖν, ἕτερον δέ τι παρ' 29.592 αὐτὴν τὸ γέννημα, καὶ ἴσον δύναται, οὐσίαν τε εἰπεῖν καὶ γέννημα· τοῦ Θεοῦ δέ ἐστι γέννημα ὁ Υἱὸς, τοῦ Θεοῦ ἔσται οὐσία, εἴπερ τὸ γέννημα τὴν οὐσίαν δηλοῖ. Καὶ οὕτω τὸ γέννημα οὐσία τοῦ ἀγεννήτου κατὰ τὸν τούτου λόγον ἀναφανήσεται. Εἰ δὲ γελοῖον τὸ συναγόμενον, ὁ θεὶς τὰ λήμματα τῆς αἰσχύνης κληρονομείτω. Ἔοικε γάρ πως ὁ λόγος, ἐπειδὰν ἅπαξ τῆς ἀληθείας παρενεχθῇ, εἰς πολλὰς καὶ ἐπι κινδύνους ἀτοπίας ὑπὸ τῆς κατὰ τὴν πλάνην ἀκολου θίας ἐκφέρεσθαι. Ταῦτα μὲν οὖν ὥσπερ προαγῶνές τινες καὶ κατασκευαὶ τῆς βλασφημίας εἰσί· τὸ δὲ κεφάλαιον τοῦ κακοῦ ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων· {ΕΥΝ.} Τὴν οὐσίαν τοῦ Υἱοῦ γεγεννῆσθαι μὲν οὐκ οὖσαν πρὸ τῆς ἰδίας συστάσεως, εἶναι δὲ γεννηθεῖσαν πρὸ πάντων γνώμῃ τοῦ Πατρός. {ΒΑΣ.} Ἔτι τῶν αὐτῶν ἔχεται τεχνασμάτων. Περὶ τῆς οὐσίας ἡμῖν τοῦ Υἱοῦ διαλέγεται, ὡς δή τι ἕτε ρον λέγων παρ' αὐτὴν τὸν Υἱὸν, καὶ τούτῳ τῷ τρόπῳ προημεροῖ τῇ βλασφημίᾳ τὴν ἀκοήν· οὐκ ἐκ τοῦ προφανοῦς λέγων ἐκ μὴ ὄντων γεγεννῆσθαι τὸν Υἱὸν, ἀλλὰ τὴν οὐσίαν αὐτοῦ γεγεννῆσθαι οὐκ οὖσαν. Πρὸ τίνος οὐκ οὖσαν; εἰπέ. Θεωρεῖτε αὐτοῦ τὸ