1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

31

ἄχρονον αὐτοῦ καὶ προαιώνιον ὕπαρ ξιν. Ὁ δὲ, ἐπαγωνιζόμενος τῇ ἑαυτοῦ ἀπάτῃ, εἰς ἄτοπον τὸν λόγον ἀπάγειν οἴεται. {ΕΥΝ.} Εἰ γὰρ, φησὶ, πρὸ τῆς γεννήσεως ἦν τῆς ἑαυτοῦ ὁ Υἱὸς, ἀγέννητος ἦν. {ΒΑΣ.} Ἀλλὰ τὸ πρὸ τῆς γεννήσεως τοῦτο, ὦ μάταιε, ἤτοι ἀνύπαρκτόν ἐστι παντελῶς, καὶ δια νοίας ἀναπλασμὸς οὐδενὶ ἐρειδομένης ὑποκειμένῳ· καὶ τί δεῖ ἀντιλέγειν τοῖς ἀνοήτοις; παραπλήσιον γὰρ τοῦτο, ὥσπερ ἂν εἰ καὶ τῷ τὸν λογισμὸν ἐκ φρε νίτιδος παρενεχθέντι διεμαχόμεθα· ἢ εἰ πρός τι τῶν ὄντων φέρεται, καὶ πρὸς τὴν τῶν αἰώνων ἔννοιαν ἐνεχθήσεται. Ἀλλ' εἴπερ αἰῶνες πάντες κάτω που τῆς γενέσεως τοῦ Μονογενοῦς νοοῦνται, αὐτοῦ ἐκείνου ὄντες ποιήματα, μάταιος ὁ ἐπιζητῶν τῆς ὑποστάσεως τοῦ Υἱοῦ τὰ πρεσβύτερα. Οὐδὲν γὰρ ἀλλοιότερον ἐρωτᾷ, ἢ εἰ καὶ περὶ τοῦ Πατρὸς ἐπυν θάνετο, πότερον ὑπῆρχε πρὸ τῆς ἰδίας συστάσεως, ἢ οὐχί. Ὡς γὰρ ἐκεῖ ἀνόητον τὸ ἐρώτημα, ἐπὶ τοῦ ἀνάρχου καὶ ἀγεννήτου ζητεῖν τὸ ἀνώτερον· οὕτω καὶ ἐνταῦθα, ἐπὶ τοῦ ἐξ ἀϊδίου τῷ Πατρὶ συνόντος, καὶ οὐδὲν ἔχοντος μέσον ἑαυτοῦ τε καὶ τοῦ γεννήσαν τος, χρονικὰς ποιεῖσθαι τοῦ προτέρου τὰς ἐρωτήσεις, τῆς ἴσης ὄντως ἀνοίας. Παραπλήσιον γὰρ ἐρωτᾷν, τί ἔσται μετὰ τὴν τελευτὴν τοῦ ἀθανάτου, καὶ ἐπι ζητεῖν τί ὑπῆρχε πρὸ τῆς γεννήσεως τοῦ ἀϊδίου. Οἱ δὲ, ἐπειδὴ τὸ ἄναρχον τοῦ Πατρὸς ἀΐδιον ὀνομάζεται, ταυτὸν τὸ ἀνάρχῳ τὸ ἀΐδιον ἀποφαίνουσι, καὶ ἐπειδὴ μὴ ἀγέννητος ὁ Υἱὸς, οὐδὲ ἀΐδιον εἶναι ὁμολογοῦσι. Πλεῖστον δὲ διαφέρει κατὰ τὴν ἔννοιαν. Ἀγέννητον μὲν γὰρ λέγεται τὸ μηδεμίαν ἀρχὴν ἑαυτοῦ, μηδὲ αἰτίαν ἔχον τοῦ εἶναι· ἀΐδιον δὲ τὸ χρόνου παντὸς καὶ αἰῶνος κατὰ τὸ εἶναι πρεσβύτερον. Ὅθεν καὶ ὁ Υἱὸς, καὶ οὐκ ἀγέννητος, καὶ ἀΐδιος. Ἤδη δὲ καὶ τοὺς αἰῶνας ἀξιοῦσί τινες τῆς τοῦ ἀϊδίου προσηγο ρίας, ὡς ἐκ τοῦ ἀεὶ εἶναι τῆς κλήσεως ταύτης τετυ χηκότας. Ἡμεῖς δὲ τῆς αὐτῆς λογιζόμεθα παρα νοίας καὶ τῇ κτίσει προσμαρτυρεῖν τὸ ἀΐδιον, καὶ τὸν ∆εσπότην τῆς κτίσεως τῆς ὁμολογίας ταύτης ἀποστε ρεῖν. Ὁ δὲ, πρὸς τὸ ἀναίσχυντον ἐκφέρων τὸν λόγον, τί φησιν; {ΕΥΝ.} Ἡμεῖς δὲ, τοῖς τε ὑπὸ τῶν ἁγίων καὶ πά λαι καὶ νῦν ἐφ' ἡμῶν ἀποδεικνυμένοις ἐμμένον 29.609 τες, μήτε τῆς οὐσίας τοῦ Θεοῦ προσιεμένης γέννη σιν, μήτε μὴν ἑτέρας τινὸς ὑποκειμένης εἰς Υἱοῦ γέννησιν, μὴ ὅντα φαμὲν τὸν Υἱὸν γεγεννῆ σθαι. {ΒΑΣ.} Τίς οὕτως ἐπ' εὐσεβείᾳ φιλότιμος; τίς ἐπὶ τῷ φιλόχριστος εἶναι τοσοῦτον ἐκαλλωπίσατο, ὅσον οὗτοι τοῖς τῆς ὕβρεως καὶ ἀτιμίας ῥήμασι, καὶ καθαιρετικοῖς τῆς δόξης τοῦ Μονογενοῦς ἐπαγάλλον ται; Οὐ παύσῃ μὴ ὄντα προσαγορεύων, ὦ ἄθεε, τὸν ὄντως ὄντα, τὴν πηγὴν τῆς ζωῆς, τὸν πᾶσι τοῖς οὖσι τοῦ εἶναι παρεκτικόν; Ὃς οἰκείαν ἑαυτῷ καὶ πρέ πουσαν τῇ ἑαυτοῦ ἀϊδιότητι ἐν τῷ πρὸς τὸν ἴδιον θεράποντα Μωϋσέα χρηματισμῷ προσηγορίαν ἐξεῦ ρεν, ὄντα ἑαυτὸν ὀνομάσας; Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ ὤν. Καὶ τούτοις οὐδεὶς ἀντερεῖ μὴ οὐχὶ ἐκ προσ ώπου τοῦ Κυρίου εἰρῆσθαι· οὔκουν ὅστις γε μὴ τὸ Ἰουδαϊκὸν κάλυμμα ἐπὶ τῇ ἀναγνώσει Μωϋσέως κατὰ τῆς ἑαυτοῦ καρδίας ἐπικείμενον ἔχει. Γέγρα πται γὰρ, ὅτι ὤφθη τῷ Μωϋσεῖ ἄγγελος Κυρίου ἐπὶ τοῦ βάτου ἐν πυρὶ φλογός. Ἄγγελον τοίνυν προ τάξασα τῆς διηγήσεως ἡ Γραφὴ, Θεοῦ ἐπάγει τὴν φωνήν. Εἶπε γὰρ, φησὶ, τῷ Μωϋσεῖ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου Ἀβραάμ· καὶ μετ' ὀλίγα πάλιν· Ἐγώ εἰμι ὁ ὤν. Τίς οὖν ὁ αὐτὸς καὶ ἄγγε λος καὶ Θεός; Ἆρα οὐχὶ περὶ οὗ μεμαθήκαμεν, ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγε λος; Ἐγὼ μὲν οὐκ οἶμαι πλειόνων δεῖν πρὸς τὴν ἀπό δειξιν, ἀλλὰ τοῖς μὲν φιλοχρίστοις ἐξαρκεῖν καὶ τὴν ὑπόμνησιν, τοῖς δὲ ἀνιάτως ἔχουσι μηδὲν ὄφελος ἐκ τοῦ πλήθους τῶν λεγομένων ἔσεσθαι. Εἰ γὰρ καὶ ὕστερον ἐγένετο τῆς μεγάλης βουλῆς Ἄγγελος, ἀλλ' οὐδὲ πρότερον ἀπηξίου τὴν τοῦ ἀγγέλου προσ ηγορίαν. Οὐ γὰρ ἐνταῦθα μόνον εὑρήσομεν τὸν Κύριον ἡμῶν καὶ ἄγγελον καὶ Θεὸν ὑπὸ τῆς Γραφῆς ὀνομασθέντα· ἀλλὰ καὶ Ἰακὼβ, τὴν ὀπτασίαν ταῖς γυναιξὶ διηγούμενος, φησί· Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ· καὶ μετ' ὀλίγα παρὰ τοῦ αὐτοῦ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ οὗ ἤλειψάς μοι ἐκεῖ