1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

45

ἀξιώματι καὶ τάξει ὑπο βέβηκεν, ὡς λέγουσι (παρειλήφαμεν γὰρ αὐτὸ, φησὶ, τρίτον ἀπὸ Πατρὸς καὶ Υἱοῦ ἀριθμούμενον· αὐτοῦ τοῦ Κυρίου ἐν τῇ παραδόσει τοῦ σωτηρίου βαπτίσμα τος παραδεδωκότος τὴν τάξιν ἐν οἷς εἶπε· Πορευ θέντες, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος)· ἀλλ' εἰς φύ 29.660 σιν τινὰ τρίτην ἀπὸ Υἱοῦ καὶ Πατρὸς ἐκβαλλόμενον, οὐδαμοῦ μεμαθήκαμεν. ∆ύο γὰρ λεγομένων πραγμά των, θεότητός τε καὶ κτίσεως, καὶ δεσποτείας καὶ δουλείας, καὶ ἁγιαστικῆς δυνάμεως, καὶ τῆς ἁγια ζομένης, τῆς τε ἐκ φύσεως ἐχούσης τὴν ἀρετὴν καὶ τῆς ἐκ προαιρέσεως κατορθούσης, ἐν ποίᾳ μερίδι τὸ Πνεῦμα τάξομεν; Ἐν τοῖς ἁγιαζομένοις; ἀλλ' αὐτό ἐστιν ἁγιασμός. Ἀλλ' ἐν τοῖς ἐξ ἀνδραγαθημάτων τὴν ἀρετὴν κτωμένοις; ἀλλὰ φύσει ἐστὶν ἀγαθόν. Ἀλλ' ἐν τοῖς λειτουργικοῖς; ἀλλ' ἕτερά εἰσι λειτουρ γικὰ πνεύματα πρὸς διακονίαν ἀποστελλόμενα. Οὐ τοίνυν ὁμόδουλον ἡμῖν λέγειν αὐτὸ θεμιτὸν, τὸ ἡγε μονικὸν τῇ φύσει, οὔτε τῇ κτίσει συναριθμεῖν, τὸ τῇ θείᾳ καὶ μακαρίᾳ Τριάδι συναριθμούμενον. Ἀρ χαὶ μὲν γὰρ, καὶ ἐξουσίαι, καὶ πᾶσα ἡ τοιαύτη κτί σις, ἐκ προσοχῆς καὶ ἐπιμελείας τὸν ἁγιασμὸν ἔχου σαι, οὐκ ἂν εἰκότως φύσει ἅγιαι εἶναι λέγοιντο. Ἐπ ορεγόμεναι γὰρ τοῦ καλοῦ, κατὰ τὴν ἀναλογίαν τῆς πρὸς τὸν Θεὸν ἀγάπης, καὶ τοῦ μέτρου τῆς ἁγιωσύ νης μεταλαμβάνουσι. Καὶ ὥσπερ ὁ σίδηρος, ἐν μέσῳ τῷ πυρὶ κείμενος, τὸ μὲν σίδηρος εἶναι οὐκ ἀποβέ βληκε, τῇ δὲ σφοδροτάτῃ πρὸς τὸ πῦρ ὁμιλίᾳ ἐκπυρ ακτωθεὶς, καὶ πᾶσαν εἰς ἑαυτὸν τὴν τοῦ πυρὸς φύ σιν ὑποδεξάμενος, καὶ χρώματι καὶ ἐνεργείᾳ πρὸς τὸ πῦρ μεταβέβηκεν· οὕτω καὶ αἱ ἅγιαι δυνάμεις ἐκ τῆς πρὸς τὸ φύσει ἅγιον κοινωνίας δι' ὅλης τῆς ἑαυτῶν ὑποστάσεως κεχωρηκότα ἤδη καὶ συμπεφυσιωμένον τὸν ἁγιασμὸν ἔχουσι. ∆ιαφορὰ δὲ αὐταῖς πρὸς τὸ Πνεῦμα τὸ ἅγιον αὕτη, ὅτι τῷ μὲν φύσις ἡ ἁγιωσύ νη, ταῖς δὲ ἐκ μετουσίας ὑπάρχει τὸ ἁγιάζεσθαι. Οἷς δὲ ἐπισκευαστὸν καὶ ἑτέρωθεν ἐπιδεδομένον ὑπ άρχει τὸ ἀγαθὸν, τῆς μεταπτωτῆς εἰσι φύσεως. Οὐ γὰρ ἂν ἐξέπεσεν ὁ Ἑωσφόρος ὁ πρωῒ ἀνα-τέλλων, οὔτε συνετρίβη ἐπὶ τῆς γῆς, εἰ φύσει ὑπῆρ χε τοῦ χείρονος ἀνεπίδεκτος. Πῶς οὖν εὐσεβὲς τῇ κτίσει αὐτὸ συντάττειν, τοσούτῳ μέτρῳ διωρισμένον τῆς κτίσεως; Ἡ μὲν γὰρ κτίσις πέφυκεν ἆθλον προ κοπῆς καὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως τὸν ἁγια σμὸν ἔχουσα, φύσει δὲ χρωμένη αὐτεξουσίῳ, καὶ μεταῤῥέπειν ἐφ' ἑκάτερα δυναμένη, πρὸς ἐκλο γὴν τοῦ ἀγαθοῦ καὶ τοῦ χείρονος· τὸ δὲ Πνεῦμα τὸ ἅγιον πηγὴ ἁγιασμοῦ. Καὶ ὥσπερ φύσει ἅγιος ὁ Πατὴρ, καὶ φύσει ἅγιος ὁ Υἱὸς, οὕτω φύσει ἅγιον καὶ τὸ Πνεῦμα τὸ τῆς ἀληθείας· διὸ καὶ ἐξαι ρέτου καὶ ἰδιαζούσης τῆς τοῦ ἁγίου προσηγορίας ἠξίωται. Εἰ οὖν φύσις αὐτῷ ὁ ἁγιασμός ἐστιν, ὥσπερ Πατρὶ καὶ Υἱῷ, πῶς τρίτης ἐστὶ καὶ ἀλλοτρίας 29.661 φύσεως; ∆ιὰ τοῦτο γὰρ, οἶμαι, καὶ παρὰ τῷ Ἡσαΐᾳ τὰ Σεραφὶμ τρίτον ἐκβοῶντα τὸ ἅγιος ἀναγέγραπται, ὅτι ἐν τρισὶ ταῖς ὑποστάσεσιν ὁ κατὰ φύσιν ἁγιασμὸς θεωρεῖται. Οὐ τοῦτο δὲ μόνον αὐτῷ κοινὸν πρὸς Πα τέρα καὶ Υἱὸν τὸ τῆς ἁγιωσύνης ὄνομα, ἀλλὰ καὶ αὐ τὴ ἡ τοῦ πνεύματος προσηγορία. Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύμα τι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Καὶ ὁ προφήτης φησί· Πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς Κύριος, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ τῶν πτερύγων αὐτοῦ ζησόμεθα. Καὶ ὁ Ἀπόστολος τὴν τοῦ πνεύ ματος προσηγορίαν ἐπὶ τὸν Κύριον ἀναφέρει λέγων· Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Ἐκ δὲ τούτων παντὶ δῆλον, ὅτι οὐχὶ ἀλλοτρίωσιν τῆς φύσεως, ἀλλ' οἰκείωσιν πρὸς τὸν Πατέρα καὶ Υἱὸν ἡ κοινωνία τῶν ὀνομάτων παρίστησι. Καὶ ἀγαθὸς ὁ Θεὸς εἴρηται, καὶ ἔστιν· ἀγαθὸν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐπισκευαστὴν ἔχον τὴν ἀγαθότητα, ἀλλ' ἐκ φύσεως αὐτῷ συνυπάρχουσαν. Ἢ πάντων ἂν εἴη ἀλογώτατον τὸ φύσει ἅγιον μὴ φύσει λέγειν τὴν ἀγαθότητα ἔχειν, ἀλλ' ἐπιγεννηματικὴν καὶ ἔξωθεν προσγεγενημέ νην αὐτῷ. Ἐν ᾧ δὲ εἶπεν ὁ Κύριος ὅτι, Ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, καὶ αὐτὸς εἶναι Παράκλητος ἡμῶν ἐνδείκνυται.