1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

63

ζωγράφος, οὕτως ὁ λιθογλύφος, οὕτως ὁ τὸν χρύσεον καὶ τὸν χάλκεον ἀν δριάντα δημιουργῶν, ἔλαβεν ὕλην, ἀπεῖδεν εἰς τὸ πρωτότυπον, ἀνέλαβε τοῦ τεθεωρημένου τὸν τύ πον, ἐναπεσφραγίσατο τοῦτον τῇ ὕλῃ. Εἰ δὲ ἀνθρώ ποις οὐχ οἷόν τε πρὸς ὁμοίωσιν ἐκτυπωθῆναι τὰς ὕλας, εἰ μὴ τῆς ἰδέας αὐτῶν μεταλάβοιεν· πῶς Θεῷ πρὸς ὁμοίωσιν ἀναβαίη τὸ κτίσμα, μὴ μεταλαμ βάνον θείου χαρακτῆρος; Θεῖος δὲ χαρακτὴρ οὐχ οἷος ὁ ἀνθρώπινος, ἀλλὰ ζῶν· καὶ ὄντως ὢν εἰκὼν εἰκο νοποιὸς, ἧς πάντα τὰ μετασχόντα εἰκόνες καθ ίστανται Θεοῦ. Εἰκὼν μὲν Θεοῦ Χριστὸς, Ὅς ἐστι, φησὶν, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· εἰκὼν δὲ Υἱοῦ τὸ Πνεῦμα, καὶ οἱ τούτου μεταλαμβάνοντες υἱοὶ σύμ μορφοι, κατὰ τὸ γεγραμμένον, ὅτι Οὓς προέγνω καὶ προώρισε συμμόρφους, φησὶ, τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. 29.725 Ὅτι τὸ ἅγιον Πνεῦμα οὐ κτῆμα Θεοῦ, οὐδὲ κτίσμα. Πῶς οὖν τὸ Πνεῦμα συμμαρτυρήσει τῷ πνεύματί σου, κατὰ τὸν Ἀπόστολον, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ, εἴπερ αὐτὸ τῆς τοῦ Υἱοῦ δόξης ἀλλότριον; Πῶς ἐν σοὶ βοή σεται, Ἀββᾶ ὁ Πατὴρ, εἰ μὴ μετάδοσίς ἐστιν ὄντως ἐξ Υἱοῦ; οὐ κτῆμα αὐτοῦ, παρ' αὐτοῦ πεμπόμενον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρί ζοντες ἀπὸ θεότητος, ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἀΐδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον, καὶ γνωριζό μενον. Οὐ γὰρ τὸ πνεῦμα τὸ σὸν Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκά θαρτον (ἐπειδὴ καὶ τοῦτο ἐτόλμησαν παραγαγεῖν τι νες)· τὸ δὲ Πνεῦμα τὸ ἅγιον Χριστὸς καὶ Κύριος ὀνομάζεται, λέγοντος μὲν τοῦ Ἀποστόλου (καθάπερ ἀρτίως ἐμνήσθημεν), Εἰ δέ τις Πνεῦμα Κυρίου οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· εἰ δὲ Χριστὸς ἐν ὑμῖν· τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ· λέγοντος δὲ πάλιν· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθε ρία. Ὥστε τὸ Κυρίου Πνεῦμα, Κύριος· οὐκ ἄρα κτῆμα ἢ κτίσμα Κυρίου, ἀλλ' εἰκὼν, ὡς προείρη ται. Ὅτι εἰκὼν ἀληθὴς καὶ φυσικὴ Θεοῦ καὶ Κυρίου τὸ Πνεῦμα. Καὶ εἰκὼν ἀληθής· οὐκ ἐξ εἰκόνος θείας, καθάπερ ἡμεῖς. ∆ιὰ τοῦτο γὰρ ἐξεικονίζον οὐκ ἐξεικονίζεται, καὶ τὸ χρίσμα οὐ χρίεται. Χρίσμα δὲ τὸ Πνεῦμα ἐφ' ἡμῖν, ὡς Ἰωάννης λέγει. Καὶ τί εἶπον, ἐφ' ἡμῖν; Ἤδη γὰρ καὶ ἐν αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν σάρκα. Ἰησοῦν, φησὶ, τὸν ἀπὸ Ναζαρὲτ, ὡς ἔχρισεν αὐ τὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. Χριστὸς ἄρα διὰ τὸ Πνεῦμα καὶ τὴν χρίσιν τὴν ἐν τῷ Πνεύ ματι. Οὐ δὴ οὖν διὰ τοῦ ἀλλοτρίου τῆς θεότητος ἡ τοῦ Κυρίου χρίσις, καὶ τὸ Χριστὸς ὄνομα, καὶ οἱ ἀπ' αὐτοῦ καλούμενοι Χριστιανοί. Οἰμώξειε γάρ τις ἀλη θῶς, εἰ καὶ τὸ ὄνομα τῆς σωτηρίας ἡμῶν ἀπὸ κτί σεως ἄρχεται, καὶ ἀπὸ κτίσεως κατάγεται, καὶ εἰ διὰ δούλου τὴν υἱοθεσίαν ἔχομεν. Κτίσις οὐχ ἁγιάζει κτίσιν, ἀλλ' ὑπὸ τοῦ ἑνὸς ἁγίου τὰ πάντα ἁγιά ζεται, τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐγὼ ἁγιάζω ἐμαυ τόν. Ἁγιάζει δὲ διὰ τοῦ Πνεύματος, ὡς προαποδέ δεικται. Τὸ Πνεῦμα ἄρα οὐ κτίσις, ἀλλὰ τῆς ἁγιό τητος τοῦ Θεοῦ χαρακτὴρ, καὶ πηγὴ τοῖς πᾶσιν ἁγιασμοῦ. Ἐν ἁγιασμῷ τοῦ Πνεύματος ἐκλήθημεν, ὡς ὁ Ἀπόστολος διδάσκει. Τοῦτο ἡμᾶς ἀνακαινοῖ, καὶ πάλιν εἰκόνας ἀναδείκνυσι Θεοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου 29.728 υἱοθετούμεθα Θεῷ. Καινὴ πάλιν κτίσις μεταλαμ βάνουσα τοῦ Πνεύματος, οὗπερ ἐστερημένη πεπα λαίωτο. Εἰκὼν πάλιν Θεοῦ ὁ ἄνθρωπος ἐκπεσὼν τῆς ὁμοιότητος τῆς θείας, καὶ παρασυμβληθεὶς κτήνεσιν ἀνοήτοις, καὶ ὁμοιωθεὶς αὐτοῖς, ὁμοιωθεὶς τοῖς ἀλό γοις κατὰ τὸν θάνατον. Ὡς ὁ θάνατος γὰρ, φησὶ, τούτου, οὕτως ὁ θάνατος τούτου. Ἀλλὰ νῦν, φησὶν, ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ὅτι θεία φύσις τὸ Πνεῦμα, τελεσιουργὸς οὖσα τῶν Θεοῦ ἔργων. Τὸ δὴ τὴν κτίσιν ἀνακαινοῦν, καὶ τὴν φθορὰν εἰς ἀφθαρσίαν μεταβάλλον, τὸ καινὴν ἡμᾶς κτίσιν ἀπερ γαζόμενον διαμένουσαν εἰς αἰῶνα, τίς ἀποστήσει τοῦ δημιουργοῦ Θεοῦ καὶ Υἱοῦ; Πῶς τὸ τῆς θεότητος ἐκτὸς τὴν τῆς