1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

42

φωτὶ, ἐβόων· Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἴδωμεν δὲ καὶ τὰ ἀκόλουθα. {ΕΥΝ.} Εἴτε γὰρ, φησὶν, ἐκ τῶν δημιουργημάτων σκοπούμενός τις, ἐκ τούτων ἐπὶ τὰς οὐσίας ἀνάγοιτο 29.648 τοῦ μὲν ἀγεννήτου τὸν Υἱὸν εὑρίσκων ποίημα, τοῦ δὲ Μονογενοῦς τὸν Παράκλητον, κἀκ τῆς τοῦ Μονογενοῦς ὑπεροχῆς τὴν τῆς ἐνεργείας διαφορὰν πιστού μενος, ἀναμφισβήτητον λαμβάνει καὶ τῆς κατ' οὐσίαν παραλλαγῆς τὴν ἀπόδειξιν. {ΒΑΣ.} Πρῶτον μὲν οὖν πῶς δυνατὸν ἐκ τῶν δη μιουργημάτων τὰς οὐσίας ἀναλογίζεσθαι, ἐγὼ μὲν οὐχ ὁρῶ. ∆υνάμεως γὰρ, καὶ σοφίας, καὶ τέχνης, οὐχὶ δὲ τῆς οὐσίας αὐτῆς ἐνδεικτικά ἐστι ποιήματα. Καὶ οὐδὲ αὐτὴν πᾶσαν τοῦ δημιουργοῦ τὴν δύναμιν ἀναγκαίως παρίστησιν, ἐκδεχομένου ποτὲ τὸν τεχνί την μὴ πᾶσαν ἑαυτοῦ τὴν ἰσχὺν ἐναποθέσθαι ταῖς ἐνεργείαις, ἀλλ' ὑφειμένοις πολλάκις ἐπὶ τῶν ἔργων τῆς τέχνης τοῖς τόνοις χρήσασθαι. Εἰ δὲ καὶ ὅλην τὴν δύναμιν ἐπὶ τὸ ἔργον ἀνακινήσειε, καὶ οὕτως ἂν ὑπάρχοι τὴν ἰσχὺν αὐτοῦ διὰ τῶν ἔργων ἀναμετρεῖ σθαι, οὐχὶ δὲ τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, καταλαμ βάνεσθαι. Εἰ δὲ διὰ τὸ ἁπλοῦν καὶ ἀσύνθετον τῆς θείας φύσεως τῇ μὲν δυνάμει σύνδρομον τίθεται τὴν οὐσίαν, καὶ διὰ τὴν προσοῦσαν ἀγαθότητα τῷ Θεῷ ὅλην μὲν κεκινῆσθαι λέγοι τὴν τοῦ Πατρὸς δύναμιν εἰς τὴν γέννησιν τοῦ Υἱοῦ, ὅλην δὲ πάλιν τὴν τοῦ Μονογενοῦς εἰς τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος, ὥστε ἐκ μὲν τοῦ Πνεύματος τὴν τοῦ Μονογενοῦς δύ ναμιν θεωρεῖσθαι, ὁμοῦ δὲ καὶ τὴν οὐσίαν, ἐκ δὲ τοῦ Μονογενοῦς πάλιν τὴν τοῦ Πατρὸς δύναμίν τε καὶ οὐσίαν καταλαμβάνεσθαι· σκοπεῖτε τὸ συναγόμενον. Ἐξ ὧν γὰρ ἐπεχείρησε τὸ ἀνόμοιον συστῆσαι τῆς οὐσίας, ἐκ τούτων ἐφάνη κατασκευάζων τὴν ὁμοιότη τα. Εἰ μὲν γὰρ οὐδὲν ἔχει κοινὸν ἡ δύναμις πρὸς τὴν οὐσίαν, πῶς ἐκ τῶν δημιουργημάτων, ἅπερ δυνά μεώς ἐστιν ἀποτελέσματα, πρὸς τὴν κατάληψιν αὐτῆς ὡδηγήθη; εἰ δὲ ταυτὸν οὐσία τέ ἐστι καὶ δύναμις, τὸ τὴν δύναμιν χαρακτηρίζον χαρακτηρίσει πάντως καὶ τὴν οὐσίαν. Ὥστε τὰ δημιουργήματα, ὡς σὺ φῂς, οὐ πρὸς τὸ ἀνόμοιον τῆς οὐσίας, ἀλλὰ πρὸς τὴν ἀκρίβειαν τῆς ὁμοιότητος φέρει. Πάλιν μέντοι καὶ τοῦτο τὸ ἐγχείρημα τὸν ἡμέτερον μᾶλλον ἢ τὸν αὐτοῦ λόγον συνίστησιν. Ἢ γὰρ οὐδαμόθεν ἔχει παρασχέ σθαι τῶν εἰρημένων τὰς ἀποδείξεις, ἢ εἴπερ ἐκ τῶν ἀνθρωπίνων τὰς εἰκόνας λαμβάνοι, εὑρήσει οὐκ ἐκ τῶν ἔργων τοῦ τεχνίτου ἐν περινοίᾳ τῆς οὐσίας αὐ τοῦ γινομένους ἡμᾶς, ἀλλ' ἐκ τοῦ γεννηθέντος τὴν τοῦ γεγεννηκότος φύσιν ἐπιγινώσκοντας. Οὐ γὰρ ἐκ τῆς οἰκίας τὴν οὐσίαν τοῦ οἰκοδόμου καταλαβεῖν δυνατόν· ἐκ μέντοι τοῦ γεννήματος νοῆσαι ῥᾴδιον τοῦ γεγεννηκότος τὴν φύσιν. Ὥστε εἰ μὲν δημιούρ γημα ὁ Μονογενὴς, οὐ παρίστησιν ἡμῖν τοῦ Πατρὸς τὴν οὐσίαν· εἰ δὲ γνωρίζει ἡμῖν δι' ἑαυτοῦ τὸν Πα τέρα, οὐχὶ δημιούργημα, ἀλλὰ Υἱὸς ἀληθὴς, καὶ εἰκὼν τοῦ Θεοῦ, καὶ ὑποστάσεως χαρακτήρ. Καὶ ταῦτα μὲν τοιαῦτα. 29.649 Ἡ δὲ παρενθήκη τῆς βλασφημίας ὅση; Καταφρονήσας τῆς ἐν τοῖς Εὐαγγελίοις ἀπειλῆς, ἣν ὁ Κύριος τοῖς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσασι φοβερωτάτην ἐπανετείνατο, δημιούργημα λέγει τὸ Πνεῦμα τὸ ἅγιον· μικροῦ μηδὲ ζῶον αὐτὸ εἶναι δι δοὺς, τοῖς ἀψύχοις, ὡς τὰ πολλὰ, τῆς προσηγορίας ταύτης ἐφαρμοζούσης. Οὐ γὰρ δὴ, ὅτι προέλαβε τῇ βλασφημίᾳ ταύτῃ τὸν Κύριον, καθυφεῖναί τι ἡμᾶς τῆς ἀγανακτήσεως ἄξιον. Οὐ γὰρ παραμυθία τοῦτο τῆς ἀσεβείας, ἀλλὰ προσθήκη τῆς κατακρίσεως. Ἐπεὶ καὶ ὁ Κύριος τὴν μὲν εἰς αὐτὸν βλασφη μίαν δι' ἀγαθότητα συνεχώρησε· τὴν δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀναπόδραστον εἶναι τοῖς τολμήσασιν ἀπεφή νατο. Πρῶτος τοίνυν τῶν ἀφ' οὗ τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεται ἐπιφυέντων τῇ ἀληθείᾳ, ταύτην ἐτόλμησε τὴν φωνὴν ἀφεῖναι περὶ τοῦ Πνεύ ματος. Οὔκουν τινὸς μέχρι τήμερον ἀκηκόαμεν δη μιούργημα τὸ ἅγιον Πνεῦμα προσειπόντος, ἢ ἐν τοῖς καταλειφθεῖσιν ὑπ' αὐτῶν λόγοις τὴν προσηγο ρίαν ταύτην εὑρήκαμεν. Εἶτά φησιν· {ΕΥΝ.} Εἰ ἐκ τῶν δημιουργημάτων ἀνάγοιτό τις πρὸς τὴν τῆς οὐσίας κατάληψιν, εὑρήσει τοῦ μὲν ἀγεννήτου τὸν Υἱὸν ποίημα, τοῦ δὲ