1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

57

πρῶτον αὐτὸν γεγενῆσθαι δείκνυ σιν ὁ Ἀπόστολος εἰπὼν, Πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, ὤφειλεν εἰπεῖν, Καὶ αὐτὸς ἐγένετο πρὸ πάντων. Εἰπὼν δὲ, Καὶ αὐτός ἐστι πρὸ πάντων, ἔδειξε τὸν μὲν ἀεὶ ὄντα, τὴν δὲ κτίσιν γενομένην. Τὸ γὰρ, Ἔστι, τῷ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, συνᾴδει. Εἰ πρωτότοκος, φασὶν, ὁ Υἱὸς, οὐκέτι μονογενής· ἀλλ' ὀφείλει καὶ ἄλλος εἶναι, οὗ πρωτότοκος λέγη ται. Καίτοιγε, ὦ σοφὲ, καὶ ἐκ Μαρίας τῆς παρ θένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. Ἕως οὗ γὰρ ἔτεκε, φησὶ, τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ὥστε οὐκ ἀνάγκη ἀδελφοῦ πρω τότοκον λέγεσθαι. Λεχθείη δ' ἂν, ὅτι καὶ ὁ πρὸ πάσης γεννήσεως πρωτότοκος ἐλέγετο· ἔτι δὲ καὶ 29.704 πρὸς τοὺς διὰ υἱοθεσίας τοῦ ἁγίου Πνεύματος ἐκ Θεοῦ γεννωμένους, ὡς ὁ Παῦλός φησιν· Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς. Εἰς τὸ, «Κύριος ἔκτισέ με.» Εἰ ὁ ἐν σαρκί φησιν, Ἐγώ εἰμι ἡ ὁδός· καὶ ὁ αὐτός· Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι' ἐμοῦ· αὐτός ἐστι καὶ ὁ εἰπών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. Λέγεται δὲ καὶ ἐπὶ γεννήμα τος κτίσμα καὶ ποίημα, ὡς τὸ, Ἐκτισάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ· καὶ πάλιν· Ἐποίησεν υἱοὺς καὶ θυγατέρας· καὶ ὁ ∆αβίδ· Καρδίαν καθ αρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, οὐκ ἄλλην αἰτῶν, ἀλλὰ τὴν οὖσαν καθαρθῆναι δηλονότι. Εἴρηται δὲ καὶ καινὴ κτίσις, οὐχ ὡς ἄλλης κτίσεως γενομένης, ἀλλὰ τῶν φωτιζομένων ἐπὶ βελτίοσιν ἔργοις κατασκευα ζομένων. Εἰ εἰς ἔργα τὸν Υἱὸν ὁ Πατὴρ ἔκτισεν, οὐ δι' αὐτὸν, ἀλλὰ διὰ τὰ ἔργα αὐτὸν ἔκτισεν. Τὸ δὲ δι' ἕτερον καὶ οὐ δι' αὐτὸ γινόμενον, ἢ μέρος ἐκεί νου δι' ὃ ἐγένετο, ἢ ἧττον αὐτοῦ. Ἔσται οὖν ἢ μέρος ὁ Σωτὴρ τῆς κτίσεως, ἢ ἥττων τῆς κτίσεως. Ἀνάγ κη οὖν εἰς τὴν ἀνθρωπότητα αὐτοῦ νοεῖν. Εἴποι δ' ἄν τις καὶ τὸν Σολομῶντα περὶ τῆς σοφίας ἐκείνης εἰρηκέναι ταῦτα, ἧς καὶ ὁ Ἀπόστολος μέμνη ται εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν. Ἄλ λως τε καὶ οὐδὲ προφήτης ὁ εἰπὼν, ἀλλὰ Παροιμια στής. Αἱ δὲ παροιμίαι εἰκόνες ἑτέρων, οὐκ αὐτὰ τὰ λεγόμενα. Εἰ ὁ Θεὸς Υἱὸς ἦν ὁ λέγων, Κύριος ἔκτισέ με, μᾶλλον ἂν εἶπεν, ὁ Πατὴρ ἔκτισέ με. Οὐδαμοῦ γὰρ αὐτὸν Κύριον ἑαυτοῦ, ἀεὶ δὲ Πατέρα ἐκάλει. Ληπτέον οὖν τὸ μὲν, ἐγέννησεν, ἐπὶ τοῦ Θεοῦ Υἱοῦ, τὸ δὲ, ἔκτισεν, ἐπὶ τοῦ τὴν μορφὴν τοῦ δούλου λα βόντος. Ἐν πᾶσι δὲ τούτοις οὐ δύο λέγομεν, Θεὸν ἰδίᾳ, καὶ ἄνθρωπον ἰδίᾳ (εἷς γὰρ ἦν), ἀλλὰ κατ' ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. Οὐδὲ γὰρ Πέτρος δύο ἐνόησεν εἰπών· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Εἰ γέννημα, φασὶν, ὁ Υἱός ἐστι, καὶ οὐ ποίημα, πῶς ἡ Γραφὴ λέγει· Ἀσφαλῶς οὖν γι νωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐ τὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε; Ῥητέον οὖν καὶ ἐνταῦθα περὶ τοῦ ἐκ Μαρίας τὸ κατὰ σάρκα εἰρῆσθαι· ὡς γοῦν καὶ ὁ ἄγγελος ὁ εὐαγγελιζόμενος 29.705 τοὺς ποιμένας λέγει ὅτι, Ἐτέχθη ὑμῖν σήμερον Σω τὴρ, ὅς ἐστι Χριστὸς Κύριος. Τὸ γὰρ, Σήμερον, οὐκ ἂν περὶ τοῦ πρὸ αἰώνων νομισθείη. Σαφέστερον δὲ τὸ ἑξῆς δείκνυσι, λέγοντος· Τοῦτον τὸν Ἰη σοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Εἰ ὅτε ἐγεννήθη ὁ Υἱὸς, τότε σοφία ἐγένετο, ψευδὲς τὸ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἡ γὰρ αὐτοῦ σοφία οὐκ ἐγένετο, ἀλλ' ἦν ἀεί. Καὶ τοῦτο οὖν ὡς ἐπὶ τοῦ Πατρὸς λεγόμενον παρὰ ∆αβίδ· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ, Ἐγένου μοι εἰς σωτηρίαν· καὶ ὁ Παῦλος· Γινέσθω δὲ ὁ Θεὸς ἀλη θὴς, πᾶς δὲ ἄνθρωπος ψεύστης· οὕτω καὶ ὁ Κύριος Ἐγενήθη ἡμῖν ἀπὸ Θεοῦ σοφία, καὶ ἁγια σμὸς, καὶ ἀπολύτρωσις. Εἰ οὖν ὁ Πατὴρ γενόμενος ὑπερασπιστὴς καὶ ἀληθὴς, οὐ ποίημα· καὶ ὁ Υἱὸς γενόμενος σοφία καὶ ἁγιασμὸς, οὐ ποίημα. Εἰ ἀληθὲς τὸ, Εἷς Θεὸς ὁ Πατήρ· ἀληθὲς δηλονότι καὶ τὸ, Εἷς Κύριος Ἰησοῦς Χριστὸς ὁ Σωτήρ. Οὔτε οὖν Θεὸς ὁ Σωτὴρ κατ' αὐτοὺς, οὔτε ὁ Πατὴρ Κύριος. Καὶ μά την τὸ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Ψευδὲς δὲ καὶ τὸ, ∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου· καὶ τὸ, Ἔβρεξε Κύριος παρὰ Κυρίου· καὶ τὸ, Ἐποίησεν ὁ Θεὸς κατ' εἰκόνα Θεοῦ· καὶ, Τίς Θεὸς παρὲξ τοῦ Κυρίου; καὶ, Τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; καὶ ὁ Ἰωάννης ὅτι, Θεὸς