1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

23

διάφοροι, οὐσία δὲ πάντων μία. ∆ιόπερ ἐν τοῖς πλείστοις οἱ αὐτοὶ ἀλλήλοις ἐσμέν· τοῖς δὲ ἰδιώ μασι μόνοις τοῖς περὶ ἕκαστον θεωρουμένοις ἕτερος ἑτέρου διενηνόχαμεν. Ὅθεν καὶ αἱ προσηγορίαι οὐχὶ τῶν οὐσιῶν εἰσι σημαντικαὶ, ἀλλὰ τῶν ἰδιοτήτων, αἳ τὸν καθ' ἕνα χαρακτηρίζουσιν. Ὅταν οὖν ἀκούωμεν Πέτρον, οὐ τὴν οὐσίαν αὐτοῦ νοοῦμεν ἐκ τοῦ ὀνόματος (οὐσίαν δὲ λέγω νῦν τὸ ὑλικὸν ὑποκείμενον, ὅπερ οὐδαμῶς σημαίνει τοὔνομα), ἀλλὰ τῶν ἰδιωμά των ἃ περὶ αὐτὸν θεωρεῖται τὴν ἔννοιαν ἐντυπού μεθα. Εὐθὺς γὰρ ἐκ τῆς φωνῆς ταύτης νοοῦμεν τὸν τοῦ Ἰωνᾶ, τὸν ἐκ τῆς Βηθσαϊδᾶ, τὸν ἀδελφὸν 29.580 Ἀνδρέου, τὸν ἀπὸ ἁλιέων εἰς τὴν διακονίαν τῆς ἀπο στολῆς προσκληθέντα, τὸν διὰ πίστεως ὑπεροχὴν ἐφ' ἑαυτὸν τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας δεξάμε νον· ὧν οὐδέν ἐστιν οὐσία, ὡς ἡ ὑπόστασις νοου μένη. Ὥστε τὸ ὄνομα τὸν χαρακτῆρα μὲν ἡμῖν ἀφ ορίζει τὸν Πέτρου· αὐτὴν δὲ οὐδαμοῦ παρίστησι τὴν οὐσίαν. Πάλιν ἀκούσαντες Παῦλον, ἑτέρων ἰδιωμά των συνδρομὴν ἐνοήσαμεν· τὸν Ταρσέα, τὸν Ἑβραῖον, τὸν κατὰ νόμον Φαρισαῖον, τὸν μαθητὴν Γαμαλιὴλ, τὸν κατὰ ζῆλον διώκτην τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τὸν ἐκ τῆς φοβερᾶς ὀπτασίας εἰς τὴν ἐπίγνωσιν ἐναχθέντα, τὸν ἀπόστολον τῶν ἐθνῶν. Ταῦτα γὰρ πάντα ἐκ μιᾶς φωνῆς τῆς Παῦλος περιορίζεται. Καίτοιγε, εἴπερ ἀληθὲς ἦν, ὅτι ὧν τὰ ὀνόματα δι ενήνοχεν, ἐναντίως ἔχουσιν αἱ οὐσίαι, ἐχρῆν δήπου καὶ Παῦλον καὶ Πέτρον καὶ ἁπαξαπλῶς ἀνθρώπους ἅπαντας ἑτερουσίους ἀλλήλοις εἶναι. Ἐπεὶ δὲ τοῦτο οὐδεὶς οὕτως ἀμαθὴς καὶ τῆς κοινῆς φύσεως ἀνεπί σκεπτος, ὥστ' ἂν εἰπεῖν προαχθῆναι· Ἐκ πηλοῦ γὰρ, φησὶ, διήρτισαι σὺ, ὡς κἀγώ· οὐδὲν ἕτερον τοῦ λόγου ἢ τὸ ὁμοούσιον πάντων ἀνθρώπων ἀποσημαί νοντος· ψευδὴς ὁ τῇ διαφορᾷ τῶν ὀνομάτων τὸ τῆς οὐσίας διάφορον ἕπεσθαι σοφιζόμενος. Οὐ γὰρ τοῖς ὀνό μασιν ἡ τῶν πραγμάτων φύσις ἀκολουθεῖ, ἀλλ' ὕστερα τῶν πραγμάτων εὕρηται τὰ ὀνόματα. Εἰ γὰρ τοῦτο ἦν ἀληθὲς, ἔδει καὶ ὧν προσηγορίαι εἰσὶν αἱ αὐ ταὶ, μίαν καὶ τὴν αὐτὴν οὐσίαν εἶναι. Οὐκοῦν ἐπειδὴ οἱ κατ' ἀρετὴν τέλειοι τῆς τοῦ Θεοῦ προσηγορίας ἠξίωνται, ὁμοούσιοι ἂν εἶεν τῷ Θεῷ τῶν ὅλων οἱ ἄν θρωποι. Ἀλλ' ὥσπερ τοῦτο λέγειν μανία σαφὴς, οὕτω κἀκεῖνος ὁ λόγος τῆς ἴσης ἔχεται παρανοίας. Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι καὶ ἐπὶ Πατρὸς καὶ Υἱοῦ οὐχὶ οὐσίαν παρίστησι τὰ ὀνόματα, ἀλλὰ τῶν ἰδιωμάτων ἐστὶ δηλωτικά· ὥστε μηδεμίαν εἶναι χώραν τῷ λόγῳ, ἐκ τῆς τῶν ὀνομάτων παραλ λαγῆς τὴν τῶν οὐσιῶν ἐναντίωσιν παρεισάγοντι. Οὕτω δ' ἂν πρὸ πάντων ἑαυτὸν καταβάλοι. Εἰ γὰρ διαφέρει ποίημά τε καὶ γέννημα, διάφοροι ἔσον ται τοῦ Μονογενοῦς αἱ οὐσίαι, τῇ διαφορᾷ τῶν ὀνομά των ἑπόμεναι. Εἰ δὲ τοῦτο παραφρονούντων εἰπεῖν, οὐδὲ ἐκεῖνο καθεστηκότων. Ὁ δὲ καὶ προσποιεῖται μὲν μυρίας ἔχειν τὰς ἀποδείξεις τοῦ παρὰ τῶν ἁγίων ποίημα τὸν Υἱὸν προσειρῆσθαι· ὡς δὲ ἐφ' ἕτερά τινα προηγούμενα σπεύδων, ὑπερτίθεται δῆθεν ἐν τῷ παρόντι τὴν μνήμην. Ἔστι δὲ καὶ τοῦτο τεχνικὸν τὸ κακούργημα, ἐν οἷς ἀπορεῖ λόγων, τὴν σιωπὴν προτιμᾷν. Εἰ γὰρ σκιὰν μαρτυρίας εἶχε τῆς τὸν 29.581 Μονογενῆ λεγούσης ποίημα, οὐκ ἂν ἐκεκώφωτο ἡμῶν ἤδη τὰ ὦτα περιθρυλλούμενα. Εἶτά φησι, διὰ τοὺς σωματικὴν τὴν γέννησιν ὑπολαμβάνοντας τοῦ Κυρίου, καὶ ταῖς ὁμωνυμίαις προσπαίοντας, ἀναγ καῖον αὐτῷ καὶ περὶ τούτων εἶναι διὰ βραχέων εἰ πεῖν. Καίτοι τί ἐκώλυε, ταῖς ἐκ τῶν Γραφῶν μαρ τυρίαις τὸν λόγον ἑαυτοῦ πιστωσάμενον, οὕτως ἐπὶ τὴν διόρθωσιν τῶν ἀσθενεστέρων ἐλθεῖν, καὶ τὴν ἐκ τῆς ὁμωνυμίας βλάβην παραμυθήσασθαι, εἴ τις ἄρα γέγονέ ποτέ τισιν ἢ γενήσεται; Τίς γὰρ οὕτω παν τελῶς σάρκινος τὴν διάνοιαν, καὶ θείων λόγων ἄπειρος, ὥστε, ἀκούων θείας γεννήσεως, πρὸς τὰς σωματικὰς καταφέρεσθαι φαντασίας, ἐν αἷς συμ πλοκὴ μὲν ἄῤῥενος πρὸς τὸ θῆλυ, κύησις δὲ ἐν μή τρᾳ, καὶ διάπλασις, καὶ μόρφωσις, καὶ τοῖς καθ ήκουσι χρόνοις πρόοδος εἰς τὸ ἔξω; Τίς οὕτω κτηνώδης, ὥστε, ἀκούων Θεὸν Λόγον ἐκ Θεοῦ προελ θόντα, ἀκούων δὲ σοφίαν ἐκ Θεοῦ γεννηθεῖσαν, πρὸς τὰ