1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

2

ἀνυμνοῦντες, οὐδὲν ἀπεικὸς δρῴημεν ἂν πρὸς τὴν ὑμετέραν ἀποκρινόμενοι πεῦσιν. Ὑπέθεσθε τῷ λόγῳ δυσσεβῆ δικαστήν, αἵρεσιν δεδωκότα δύο τισὶν ἀθληταῖς εὐσεβείας, ὥστε δυοῖν θάτερον δρᾶσαι, ἢ θῦσαι δαίμοσιν, ἢ σφᾶς εἰς τὸ πέλαγος ῥῖψαι· καὶ τὸν μὲν ἁρπάσαι τὸ δεύτερον, καὶ προθύμως εἰς τὸν βυθὸν κυβιστῆσαι· τὸν δὲ μηδέτερον ἑλέσθαι· ἀλλὰ τὴν τῶν εἰδώλων λατρείαν παραπλησίως τῷ προτέρῳ βδελύξασθαι, ἑαυτὸν δὲ μὴ παρα δοῦναι τοῖς κύμασιν, ἀλλ' ἀναμεῖναι βίᾳ τοῦτο παρ' ἑτέρου παθεῖν. Οὕτω ταῦτα τῷ λόγῳ διασκευάσαντες, ἤρεσθε πότε ρος αὐτοῖν ἄμεινον δεδρακέναι δοκεῖ. Ἐγὼ δὲ οἶμαι καὶ ὑμῖν συνδοκεῖν τὸν δεύτερον ἀξιαγαστότερον εἶναι. Οὐδὲ γὰρ προσ ταττόμενον χρή τινα ἑαυτὸν ὑπεξάγειν, ἀλλὰ προσμένειν ἢ τὸν αὐτόματον ἢ τὸν βίαιον θάνατον. Καὶ τοῦτο διδάσκων ὁ ∆εσπότης τοὺς ἐν τῇδε τῇ πόλει διωκομένους φεύγειν εἰς ἑτέραν παρεκελεύσατο· καὶ αὖθις κἀκείνην ἀμείβειν καὶ εἰς ἑτέραν ἀπιέναι πόλιν ἐκέλευσε. Ταῦτα πεπαιδευμένος ὁ θεῖος Ἀπόστολος τοῦ ἐθνάρχου τὰς χεῖρας διέφυγε καὶ οὐδὲ τῆς φυγῆς τὸν τρόπον ἐσίγησεν· ἀλλ' ὑπέδειξε τὴν σαργάνην τῷ λόγῳ καὶ τὸ τεῖχος καὶ τὴν θυρίδα, αὐχῶν ἐπὶ τούτοις καὶ σεμνυνόμενος. Ὁ γὰρ θεῖος νόμος τὸ δοκοῦν αἰσχρὸν ἐποίει σεμνόν. Οὕτω ποτὲ μὲν Φαρισαῖον, ποτὲ δὲ Ῥωμαῖον ἑαυτὸν προσηγόρευεν· οὐ τὸν θάνατον δειμαίνων, ἀλλ' ἐννόμως ἀγω νιζόμενος. Οὕτως ἐπεκαλέσατο Καίσαρα, τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς προμαθών· καὶ τὸν ἀδελφιδοῦν δὲ πρὸς τὸν χιλίαρ χον ἔπεμψε καὶ τὰ τυρευθέντα μεμήνυκεν, οὐ τῆς παρούσης βιοτῆς ἐφιέμενος, ἀλλὰ τοῖς θείοις νόμοις ἑπόμενος. Οὐ γὰρ δὴ βούλεται ἡμᾶς ὁ ∆εσπότης εἰς προὖπτον ἑαυτοὺς ἐμβάλ λειν. Καὶ τοῦτο ἡμᾶς οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ διὰ πραγ μάτων ἐδίδαξεν. Πολλάκις γὰρ τὰς μιαιφόνους τῶν Ἰουδαίων ἐξέκλινε χεῖρας. Καὶ ὁ μέγας δὲ Πέτρος, τῶν ἀποστόλων ὁ πρῶτος, ἀπολυθεὶς τῶν δεσμῶν καὶ τὰς Ἡρώδου χεῖρας δια φυγὼν ἀφίκετο μὲν εἰς τὴν οἰκίαν τὴν Ἰωάννου τοῦ ἐπικαλου μένου Μάρκου, καὶ τὴν ἐκείνων φροντίδα λύσας τῇ παρουσίᾳ καὶ σιγὴν ἄγειν κελεύσας εἰς οἰκίαν ἑτέραν μετέστη, πλέον λαθεῖν τῇ μεταβάσει πειρώμενος. Τοῦτο τῆς φιλοσοφίας τὸ εἶδος εὑρήσομεν κἀν τῇ Παλαιᾷ. Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ πολυύμνητος, ἀνδρείᾳ τῇ προτεραίᾳ κατὰ τοῦ Αἰγυπτίου χρη σάμενος, εἶτα γνοὺς τῇ ὑστεραίᾳ κατάδηλον τὸν φόνον γεγε νημένον, ἀπέδρα, καὶ πολλῶν ὁδὸν ἐξήνυσεν ἡμερῶν, καὶ τὴν Μαδιανῖτιν κατέλαβε χώραν. Οὕτως Ἠλίας ὁ πάνυ τὰς τῆς Ἰεζάβελ μεμαθηκὼς ἀπειλὰς τοῖς ἀνελεῖν βουλομένοις ἑαυ τὸν οὐκ ἐξέδωκεν, ἀλλὰ τὴν οἰκουμένην καταλιπὼν ἔδραμεν εἰς τὴν ἔρημον. Εἰ δὲ τὸ φυγεῖν τῶν πολεμούντων τὰς χεῖρας ὅσιόν τε καὶ Θεῷ προσφιλές, πολλῷ δήπουθεν ὁσιώτερον τὸ μὴ πεισθῆναι τῷ κελεύσαντι αὐτὸν ἑαυτοῦ γενέσθαι φονέα. Οὐδὲ γὰρ ὁ Κύριος εἶξεν εἰρηκότι τῷ διαβόλῳ· Βάλε σεαυ τὸν ἄνωθεν κάτω . Ὅτε δὲ τὰς Ἰουδαϊκὰς κατ' αὐτοῦ καθώπλισε χεῖρας διὰ τῶν μαστίγων καὶ τῶν ἀκανθῶν καὶ τῶν ἥλων, καὶ τῆς κτίσεως ἐπειγομένης τοῖς ἀλιτηρίοις ἐκείνοις πανω λεθρίαν ἐπαγαγεῖν αὐτὸς ὡς ∆εσπότης ἐκώλυσεν, εἰδὼς τὸ πάθος τῷ κόσμῳ σωτήριον. ∆ιά τοι τοῦτο καὶ παρὰ τὸ πάθος τοῖς ἀποστόλοις ἔλεγεν· Εὔξασθε μὴ εἰσελθεῖν εἰς πει ρασμόν . Καὶ ἡμᾶς λέγειν ἐδίδαξεν· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν . Μετασχηματίσωμεν δέ, εἰ δοκεῖ, μικρά τινα τοῦ προβλήμα τος καὶ σαφέστερον μαθησόμεθα τὴν ἀλήθειαν· καὶ ἀφελόμενοι τοῦ λόγου τὴν θάλατταν, φῶμεν ξίφος ἐγχειρίσαι τὸν δικαστὴν ἑκατέρῳ τῶν ἀθλητῶν καὶ προστάξαι τὸν οὐκ ἀνεχόμενον θῦσαι, τὴν οἰκείαν ἐκτεμεῖν κεφαλήν· τίς οὖν ἄρα εὖ φρονῶν ἠνέσχετ' ἂν αἵματι οἰκείῳ φοινῖξαι τὴν δεξιάν, καὶ δήμιος ἑαυτοῦ γενέσθαι καὶ πολεμίαν ἀποφῆναι τὴν χεῖρα καὶ εἶξαι τῷ παρανόμως κελεύοντι δικαστῇ; Πολλῷ τοιγαροῦν ὁ δεύτε ρος ἀξιαγαστότερος. Τῷ προτέρῳ μὲν γὰρ ἡ προθυμία μόνη προσφέρει τὴν εὐφημίαν, τὸν δὲ δεύτερον πρὸς