1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

35

φοβερώτερον· ἐκείνῳ γὰρ πάντες παραστησόμεθα, τῶν εἰρημένων καὶ πεπραγμένων εὐθύνας ὑφέξοντες. ∆ι' ἐκεῖνο τὸ δικαστήριον φορητὰ ἡμῖν τοῦ παρόντος βίου τὰ σκυθρωπά. Ἀρκοῦσα γὰρ ψυχαγωγία τοῖς ἀδικουμένοις ἡ τῶν μελλόντων ἐλπίς. Ἡμῖν δὲ προστέθεικεν ὁ φιλάνθρωπος ∆εσπότης καὶ τὴν ὑμετέραν μεγαλοφυΐαν, πίστει καὶ φιλοθεΐᾳ λαμπρυνο μένην. 80 ΕΥΤΡΕΧΙΩ ΥΠΑΡΧΩ. Ἐθαύμασα λίαν ὅτι τὰς καθ' ἡμῶν ἐπιβουλὰς οὐ μεμήνυκεν ἡμῖν τὸ ὑμέτερον μέγεθος. Τὸ μὲν γὰρ διαλῦσαι ταύτας εἶχεν ἴσως δυσκολίαν τινὰ τοῖς τὸ ψεῦδος ἐξελέγχειν οὐ δυναμένοις· τὸ δὲ γνωρίσαι τὰ τυρευόμενα οὐ δυναστείας ἔχρῃζεν, ἀλλ' εὐνοϊκῆς διαθέσεως. Καὶ ἡμεῖς μὲν ἠλπίσαμεν, τῆς ὑμετέρας μεγαλοπρεπείας εἰς τὴν βασιλίδα κληθείσης πόλιν, καὶ τὸν ὑψηλὸν τῶν ὑπάρχων θρόνον λαχούσης διακοσμεῖν, πᾶσαν ἐκκλησιαστικὴν κατευνασθήσεσθαι ζάλην. Ἐπειράθημεν δὲ θορύβων, οὓς οὐδὲ ἐν ἀρχῇ τῆς διαστάσεως ἑωράκαμεν. Ἐν θρήνοις γὰρ αἱ τῆς Φοινίκης Ἐκκλησίαι· ἐν θρήνοις δὲ καὶ αἱ τῆς Παλαιστίνης, ὡς ἅπαντες ἀπαγγέλλουσι· δηλοῖ δὲ τὸ πένθος καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων τὰ γράμματα. Στένουσι δὲ οἱ παρ' ἡμῖν ἅγιοι ἅπαντες, καὶ πᾶς εὐσεβὴς ὀλοφύρεται σύλλογος· καὶ παῦλαν τῶν προτέρων ταραχῶν προσδοκῶντες, ἑτέρας πάλιν ἐδεξάμεθα. Καὶ γὰρ ἡμεῖς εἰς τὴν Κύρρον περιωρίσθημεν, εἴπερ ἀληθὲς τὸ δειχθὲν ἡμῖν <τὸ> ὑπομνηστικόν, ὅ φασιν ὑπ' αὐτοῦ γεγράφθαι τοῦ καλλινίκου ἡμῶν βασιλέως· ἔχει δὲ οὕτως· Ἐπειδὴ ὁ δεῖνα ὁ τῆσδε τῆς πόλεως ἐπίσκοπος συνεχῶς ἀθροίζει συνόδους καὶ ταράττει τοῦτο τοὺς ὀρθοδόξους, μετὰ τῆς προσηκούσης ἐμμελείας καὶ φρονήσεως παρασκεύ ασον αὐτὸν ἐν τῇ Κύρρῳ διάγειν, καὶ εἰς ἑτέραν μὴ ἀπιέναι πόλιν . Ἐγὼ μὲν οὖν ἔστερξα τὴν ψῆφον καὶ τὴν ἡσυχίαν ἀσπά ζομαι. Καὶ μαρτυρεῖ μου τῇ γνώμῃ τὸ ὑμέτερον μέγεθος. Οἶδε γὰρ ὅπως εἰς τὴν Ἀντιόχειαν εἰσιὼν ἀσυντάκτως ἐξῄειν, διὰ τοὺς ἐπισχεῖν αὐτόθι με βουλομένους. Ἠδίκησαν δὲ προ φανῶς οἱ τὰς ἀκοὰς ἑκατέρας δεδωκότες τοῖς συκοφάνταις, καὶ θατέραν ἡμῖν οὐ φυλάξαντες. Καὶ γὰρ τοῖς ἀνδροφόνοις καὶ τοῖς τὰς ἀλλοτρίας ἀποσυλῶσιν εὐνὰς ἀπολογίας δέδοται χώρα, καὶ οὐ πρότερον δέχονται τῆς τιμωρίας τὴν ψῆφον, ἕως ἂν ἐλεγχθῶσι παρόντες, ἢ συνομολογήσωσιν, ὡς ἀληθὴς ἡ γραφή. Ἀρχιερεὺς δὲ πέντε καὶ εἴκοσι ἐπισκοπεύσας ἔτη, καὶ τὸν πρὸ τούτου χρόνον ἐν ἀσκητηρίῳ βιώσας, οὐκ ἐνοχλήσας ποτὲ δικαστήριον, οὐδὲ παρά του πώποτε γραφὴν ὑπομείνας, συκοφαντίας γεγένηται παρανάλωμα, οὐδὲ τοῖς τυμβωρύχοις παραπλησίως ἀξιωθεὶς δέξασθαι πεῦσιν, εἰ ἀληθῆ τὰ κατη γορήματα. Ἀλλ' οἱ μὲν ἠδίκησαν, ἐγὼ δὲ οὐκ ἠδίκημαι· ἀλλὰ καὶ εἰς μείζους ἀηδίας ηὐτρέπισμαι. Κἂν γὰρ μυριάκις δυσχε ραίνωσιν ὅτι θρηνῶ τῆς Φοινίκης τὰς συμφοράς, οὐ παύσομαι τοῦτο ποιῶν ἕως ἂν ταύτας ὁρῶ. Μόνον γάρ μοι φοβερὸν τὸ θεῖον κριτήριον. Αὐτοὺς δὲ ὅμως εὔχομαι συγγνώμης παρὰ τοῦ Θεοῦ τῶν ὅλων τυχεῖν· τὸ δὲ ὑμέτερον μέγεθος ἀεὶ μὲν εὐδοκιμεῖν καὶ διαπρέπειν ἐν ἅπασι τοῖς ἀγαθοῖς, κατὰ δὲ τοῦ ψεύδους παρρησιάζεσθαι καὶ τῆς ἀληθείας ὑπερμαχεῖν. Ἴστω σαν δὲ οἱ ταῦτα κατασκευάσαντες, ὡς κἂν εἰς τὰς ἐσχατιὰς τῆς οἰκουμένης ἀπέλθω, οὐκ ἐάσει Θεὸς τὰ δυσσεβῆ δόγματα κρατυνθῆναι, ἀλλὰ νεύσει καὶ καταλύσει τοὺς τὰ μυσαρὰ θρησ κεύοντας δόγματα. 81 ΝΟΜΩ ΥΠΑΤΩ. Ἐν βραχεῖ μὲν ἡμέρας μορίῳ τῆς ὑμετέρας μεγαλοφυΐας ἀπέλαυσα, βιαίας ἀνάγκης με στερησάσης τοῦ ποθουμένου. Ἤλπισα δὲ καὶ τὴν μικρὰν συνουσίαν