1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

70

φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με . Εἰ γὰρ καὶ ἡμεῖς εὐτελεῖς καὶ σμικροί, καὶ πολὺν ἁμαρτημάτων φόρτον περικείμενοι, ἀλλ' ὁ ∆εσπότης φιλότιμός τε καὶ μεγαλόδωρος. ∆ιά τοι τοῦτο οὐ τῶν μεγάλων, ἀλλὰ τῶν σμικρῶν μέμνηται, καί φησιν· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν σμικρῶν τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε . Ἐπειδὴ τοίνυν καὶ ἐν τοῖς ὀρθοῖς διαπρέπετε δόγμασι, καὶ τῷ ἀξι επαίνῳ λάμπετε βίῳ, καὶ πολλὴν ἐντεῦθεν πρὸς τὸν Θεὸν ἔχετε παρρησίαν, ἐπαμύνατέ μοι ταῖς προσευχαῖς, ἵνα ἀντισχεῖν δυνηθῶ, κατὰ τὴν ἀποστολικὴν φωνήν, πρὸς τὰς μεθοδείας τῆς πλάνης, καὶ διαφύγω τὰς τοῦ ἀλάστορος πάγας, καὶ μετὰ σμικρᾶς παρρησίας ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ παραστῶ τῷ δικαίῳ Κριτῇ. 133 ΙΒΑ ΕΠΙΣΚΟΠΩ Ε∆ΕΣΗΣ. Τοὺς ἀδικουμένους οὐκ ἀθυμεῖν, ἀλλὰ χαίρειν ὁ ∆εσπότης προσέταξεν, καὶ ἐκ τῶν παλαιῶν ἕλκειν παραδειγμάτων τῆς ψυχαγωγίας τὰς ἀφορμάς. Ἐκ γὰρ τῶν πρῶτον φύντων ἀνθρώ πων μέχρι τοῦ παρόντος καιροῦ, τοὺς τὸν ὅλων ἐσπουδακότας σέβειν Θεὸν ἔστιν εὑρεῖν παρὰ τῶν συμβεβιωκότων ἀνθρώπων ἠδικημένους, καὶ πλείστοις ἄγαν περιπεπτωκότας ἀνιαροῖς. Καὶ τούτων ἂν τὸν κατάλογον ἅπαντα διεξῆλθον, εἴπερ ἐπ έστελλον ἀνδρὶ τὴν θείαν ἀκριβῶς οὐκ ἐπισταμένῳ Γραφήν. Ἐπειδὴ δὲ παιδόθεν τοῖς θείοις ἐνετράφης λογίοις, θεοφι λέστατε, παρέλκον οἶμαι τοῦτο ποιεῖν. Εἰς ἐκείνους δὲ μόνον ἀφορᾶν ἀξιῶ, καὶ τῶν φιλανθρωποτάτων ἱερέων τοὺς μὲν ἠδι κηκότας θρηνεῖν, τοὺς δὲ παρορῶντας ἐλεεῖν, καὶ τὸν μὲν τῆς Ἐκκλησίας ὀδύρεσθαι κλύδωνα· ὅτι δὲ τῶν ὑπὲρ τῆς εὐσεβείας παθημάτων μετέσχομεν, χαίρειν καὶ γάννυσθαι, καὶ τὸν ταύ της ἡμᾶς τῆς μερίδος πεποιηκότα διηνεκῶς ἀνυμνεῖν. Παρα χωρήσωμεν τοῖς ἀπεκτονόσι καὶ τιμῆς, καὶ τρυφῆς, καὶ προεδρίας, καὶ τῆς δυστήνου δόξης. Μόνον δὲ ἡμεῖς τῶν εὐαγγελικῶν δογμάτων ἐχώμεθα, καὶ μετ' ἐκείνων ἂν δέῃ πᾶν ὁτιοῦν ἀλγεινὸν ὑπομένωμεν, καὶ τὴν ἀξιόκτητον πενίαν τοῦ πολυφρόντιδος προτιμήσωμεν πλούτου. Ταῦτα δὲ γράφω, οὐ παραίνεσιν εἰσφέρων-ἔγνων γάρ σου τῆς ὁσιότητος τὴν ἐν τοῖς ἀλγεινοῖς παρρησίαν-, ἀλλὰ τὴν ἐμαυτοῦ γνώμην δήλην τῇ σῇ φιλοθεΐᾳ ποιῶν, καὶ διδάσκων ὡς ἔχεις, δεσπότα, συν αγωνιστὰς ἀσμένως τῆς ἀληθείας προκινδυνεύοντας. Τοῦτο πάλαι βουληθεὶς ἐπιστεῖλαι, οὐχ εὗρον τὸν κομιοῦντα τὰ γράμματα. Ἐπιτυχὼν δὲ νῦν τοῦ τιμιωτάτου καὶ εὐλαβεστάτου πρεσβυτέρου Ὀζέου, ἀνδρὸς καὶ τῆς θεοσεβείας ὑπερμαχοῦν τος καὶ τῆς σῆς ἐξηρτημένου εὐσεβείας, καὶ γράφω, καὶ περι πτύσσομαί σου τὴν ὁσιότητα, καὶ παρακαλῶ ταῖς προσευχαῖς ἡμᾶς ὑπερείδειν, καὶ στηρίζειν τοῖς γράμμασιν. 134 ΙΩΑΝΝΗ ΕΠΙΣΚΟΠΩ ΓΕΡΜΑΝΙΚΕΙΑΣ. Ὅτι μὲν οὐκ ἀμνημονεῖς, δέσποτα, τῆς ἡμετέρας φιλίας, καὶ ᾔδειν, καὶ οἶδα σαφῶς. Ἐβουλόμην δὲ ὅμως καὶ ηὐχόμην, τὴν μὲν σὴν θεοσέβειαν τῆς ἀκριβείας φροντίσαι, καὶ φυγεῖν τῶν τὴν εὐσέβειαν προδεδωκότων τὴν κοινωνίαν, ἀναθεῖναι δὲ τῷ Κηδεμόνι τῶν ὅλων τὴν ὑπὲρ ἡμῶν καὶ ὑμῶν φροντίδα. Καὶ γὰρ σιγώντων ἡμῶν καὶ ἡσυχίαν ἀγόντων τάς τε πικροτά τας καὶ ὠμοτάτας διέλυσε τιμωρίας, καὶ ἀντὶ τοῦ χαλεποῦ κλύδωνος τὴν λευκὴν ταύτην παρέσχεν γαλήνην. Καὶ ταύτης δὲ ἡμῖν παρὰ τοῦ φιλανθρώπου παρασχεθείσης ∆εσπότου, τὴν ἡσυχίαν ἀξιεραστοτάτην νομίζομεν. Πεῖσαι μὲν γὰρ τοὺς ταῖς καθ' ἡμῶν ὑπαχθέντας συκοφαντίαις ἀναγκαῖον ὑπολαμ βάνομεν, καὶ δεῖξαι μὲν τὴν τῶν εὐαγγελικῶν δογμάτων ἀλή θειαν, διελέγξαι δὲ τὸ κατ' αὐτῶν στρατευσάμενον ψεῦδος. Μετὰ μέντοι τοὺς ἐλέγχους, καὶ τῆς ἀληθείας τὸ κράτος,