1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

89

Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καί· Ἐγὼ εἶπα· θεοί ἐστε . Καί· Θεοὺς οὐ κακολογήσεις . Πολλοὶ δὲ καὶ ἁρπάσαντες τήνδε τὴν κλῆσιν ἐσχήκασιν. Οἱ γὰρ τοὺς ἀνθρώπους ἐξαπατήσαντες δαίμονες τοῖς εἰδώλοις τήνδε τὴν προσηγορίαν ἐπέθεσαν. Οὗ δὴ χάριν Ἰερεμίας βοᾷ· Θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ προσώπου τοῦ οὐρανοῦ . Καὶ πάλιν· Ἐποίησαν ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς . Καὶ ὁ Ἡσαΐας κωμῳδήσας τὴν τῶν εἰδώλων κατασκευήν, εἰρηκὼς ὅτι Τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε, καὶ εἶπεν· Ἡδύ μοι ὅτι ἐθερμάνθην, καὶ εἶδον φῶς , καὶ ἐπήγαγε· Τὸ δὲ λοιπὸν ἔγλυψεν ὡς Θεόν, καὶ προσκυνεῖ αὐτῷ λέγων· Ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ . Οὗ δὴ χάριν αὐτοὺς ὀδυρόμενος λέγει· Γνῶθι ὅτι σποδὸς ἡ καρδία αὐτῶν · Καὶ ὁ μελοποιὸς δὲ ∆αβὶδ ψάλλειν ἡμᾶς ἐδίδαξεν· Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν . Ἀλλὰ τὸ τῶν ὀνομάτων ὁμώνυμον οὐδὲν τοῖς εὐσεβεῖν ἐπισταμένοις λυμαίνεται. Ἴσμεν γὰρ ὡς οἱ δαίμονες ψευδῶς σφίσιν τε αὐτοῖς καὶ τοῖς εἰδώλοις τὴν θείαν προσηγορίαν ἐπέθεσαν. Οἱ δὲ ἅγιοι χάριτι ταύτην ἐδέξαντο τὴν τιμήν· ἀληθῶς δὲ καὶ φύσει Θεὸς ὁ τῶν ὅλων Θεός, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον Πνεῦμα. Καὶ τοῦτο σαφῶς ὁ πανεύφημος ἐδίδαξεν ἡμᾶς Παῦλος. Φησὶ δὲ οὕτως· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοί, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί, καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἶς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ . Καὶ Πνεῦμα δὲ Θεοῦ τὸ πανάγιον καλεῖται Πνεῦμα· ἀλλὰ καὶ ἡ τοῦ ἀνθρώπου ψυχή. Ἐξελεύσεται γάρ , φησί, τὸ Πνεῦμα αὐτοῦ . Καί· Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν Κύριον . Καὶ τοὺς ἀγγέλους δὲ πνεύματα προσηγόρευσεν ὁ ὑμνοποιὸς ∆αβίδ. Ὁ ποιῶν γάρ, φησί, τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα . Καὶ τί λέγω τοὺς ἀγγέλους καὶ τὰς τῶν ἀνθρώπων ψυχάς; Καὶ γὰρ τοὺς δαίμονας οὕτως ὁ ∆εσπό-της ὠνόμασε. Παραλήψεται γάρ , φησίν, ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελεύσεται εἰς αὐτόν, καὶ ἔσται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων . Ἀλλ' οὐδὲ ἡ ὁμωνυμία τὸν εὐσεβῆ λωβᾶται. Εἷς γὰρ φύσει Θεὸς ὁ Πατήρ, καὶ ὁ μονογενὴς αὐτοῦ Υἱός, καὶ τὸ πανάγιον αὐτοῦ Πνεῦμα· καὶ εἷς φύσει Υἱός, τοῦ Θεοῦ μονογενής, ὁ ἐνανθρωπήσας Θεὸς Λόγος, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· καὶ ἓν Πνεῦμα ἅγιον ὃ Παράκλητος, ὃς πληροῖ τῆς Τριάδος τὸν ἀριθμόν. Οὕτω πολλῶν ὀνομαζομένων πατέρων ἕνα προσκυνοῦμεν Πατέρα, τὸν πρὸ τῶν αἰώνων Πατέρα, τὸν καὶ ταύτην τοῖς ἀνθρώποις τὴν ἐπίκλησιν δεδωκότα, κατὰ τὴν τοῦ Ἀποστόλου φωνήν. Κάμπτω γάρ , φησί, τὰ γόνατά μου πρὸς τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται . Μὴ τοίνυν τῷ ἄλλους ὀνομάζεσθαι χριστοὺς ἀποστερήσωμεν ἑαυτοὺς τῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνήσεως. Ὡς γὰρ πολλῶν ὠνομασμένων θεῶν τε καὶ πατέρων, εἷς ἐστιν ὁ ἐπὶ πάντων Θεὸς καὶ πρὸ αἰώνων Πατήρ, καὶ πολλῶν κεκλημένων υἱῶν, εἷς ὁ ἀληθινὸς καὶ φύσει Υἱός, καὶ πολλῶν προσηγορευμένων πνευμάτων, ἕν ἐστι τὸ πανάγιον Πνεῦμα, οὕτω πολλῶν κληθέντων χριστῶν, εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Μάλα δὲ εἰκότως ἡ Ἐκκλησία τοῦδε ἐξήρτηται τοῦ ὀνόματος. Ἤκουσε γὰρ τοῦ νυμφοστόλου Παύλου βοῶντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρί, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ . Καὶ πάλιν· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ὑμῶν, ὡς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν . Καὶ αὖθις εἰπών· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν · ἐπήγαγε· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ