1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

77

συνεληλυθότων οἱ πλεῖστοι βιασθέντες συνέθεντο, ἀλλ' οὖν ταῖς ὑπογραφαῖς τὴν καινὴν ἐκράτυναν αἵρεσιν. Τὴν δὲ ὑμετέραν φιλοθεΐαν οὐδὲν τούτων διέσεισεν· ἀλλ' ἐπὶ τῶν παλαιῶν διεμείνατε δογμάτων, ἃ καὶ διὰ τῶν προφητῶν καὶ τῶν ἀποστόλων φρονεῖν τὰς Ἐκκλησίας ὁ ∆εσπότης ἐδίδαξε. Τούτους καὶ ἡμεῖς τοὺς ὅρους φυλάττειν εὐχόμεθα, καὶ τὴν εἰς τὸν ἕνα Πατέρα, καὶ τὸν ἕνα Υἱόν, καὶ τὸ ἓν ἅγιον Πνεῦμα πίστιν τε καὶ ὁμολογίαν μέχρι τέλους διατηρῆσαι. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογε νοῦς οὐκ ηὔξησε τῆς Τριάδος τὸν ἀριθμόν, ἀλλὰ μεμένηκε καὶ μετὰ τὴν σάρκωσιν Τριὰς ἡ Τριάς. Οὕτω γὰρ ἐξ ἀρχῆς ἐμαθητεύθημεν, οὕτως ἐπιστεύσαμεν, οὕτως ἐβαπτίσθημεν, οὕτως ἐκηρύξαμεν, οὕτως ἐβαπτίσαμεν, οὕτω διατελοῦμεν δοξάζοντες. Περὶ δὲ τοῦ πατρὸς τῶν λαλούντων τὸ ψεῦδος ὁ Κύριος ἔφη· Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ . Ἁρμόττει δὲ τοῖς μαθηταῖς τὰ περὶ τοῦ διδασκάλου ῥηθέντα. Καὶ γὰρ οὗτοι, ταῖς καθ' ἡμῶν ψευδολογίαις χρησά μενοι, ἐκ τῶν ἰδίων λαλοῦσιν, οὐ τὰ ἡμέτερα λέγουσιν. Ἡμᾶς δὲ ὁ ∆εσπότης ψυχαγωγεῖ λέγων· Μακάριοι ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ ψευδόμενοι· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς . Καὶ τὴν σὴν δὲ παρακαλοῦμεν προσεύ ξασθαι θεοσέβειαν, μὴ τῆς τῶν ἀδικούντων ἡμᾶς γενέσθαι μερίδος, ἀλλὰ τῆς τῶν ἠδικημένων διὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν. 144 ΑΝ∆ΡΕΑ ΜΟΝΑΖΟΝΤΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Οὔτε θεασάμενος πώποτε τὴν σὴν εὐσέβειαν, οὔτε διὰ γραμ μάτων ὁμιληκώς, ἐραστὴς αὐτῆς ἐγενόμην θερμότατος. Εἰργά σατο δὲ τὸ φίλτρον, καὶ τοῦτο πυρσεύει διηνεκῶς, τὰ παρὰ τῶν τοῦ σοῦ μέλιτος γεγευμένων συμφώνως λεγόμενα. Θαυ μάζουσι γὰρ ἅπαντες τῆς πίστεως τὴν ὀρθότητα, τὴν τοῦ βίου λαμπρότητα, τὴν εὐστάθειαν τῆς ψυχῆς, τὴν τῶν ἠθῶν ἁρμονίαν, τὸ τῆς συνουσίας ἐπαγωγὸν καὶ γλυκύ, καὶ τἄλλα ὅσα τὸν τέλειον ὑπογράφει τῆς φιλοσοφίας τρόφιμον. ∆ιὰ ταῦτα τῆς σῆς φιλοθεΐας ἐξήρτημαι. Ὁ δὲ πόθος καὶ γραμμά των ἄρξαι πεποίηκεν. Ἀλλ' ὦ φίλη μοι κεφαλή, μετάδος ὡς τάχιστα τοῦ ποθουμένου καὶ τὴν διὰ γραμμάτων ἡμῖν παράσχε διάλεξιν. Ἱκανὴν γὰρ τοῖς διεστηκόσι παρέχει ψυχαγωγίαν ἡ δι' ἐπιστολῶν ὁμιλιά. Γράψεις δὲ οὐχ ἑτεροδόξῳ, ἀλλὰ τῇ τῶν ἀποστόλων ἐντεθραμμένῳ διδασκαλίᾳ, καὶ Τριάδος οὐ τετρά δος κήρυκι. Τῷ ὄντι γὰρ παραπλησίως ὑπείληφα δυσσεβεῖς, τούς τε τὰς δύο τοῦ Μονογενοῦς φύσεις εἰς μίαν συνάγειν τολμῶντας, καὶ τοὺς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον, εἰς δύο μερίζειν ἐπιχειροῦντας υἱούς. Εἴπερ ἄρα τινές εἰσιν· ἐγὼ γὰρ οὐκ οἴομαι· ἀλλὰ ταύτην ἀεὶ τὴν συκοφαντίαν κατὰ τῆς Ἐκκλησίας οἱ τῆς Ἀρείου καὶ Εὐνομίου, καὶ μέντοι καὶ Ἀπολιναρίου συμμορίας ἀναίδην ἐξύφηναν. Καὶ ῥᾴδιον γνῶναι τοῖς φιλοπόνοις, ὡς οἱ πανεύφημοι Πατέρες ἡμῶν, τῶν Ἐκκλησιῶν οἱ φωστῆρες, παρὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ταύτην τὴν κατηγορίαν ὑπέμειναν, ἣν νῦν ἡμεῖς παρὰ τῶν βελτίστων ὑφιστάμεθα τῆς καινῆς προμάχων αἱρέσεως. Ὧν ὁ πάνσοφος ∆εσπότης ἐγύμνωσε τὴν ἀσέβειαν οὐκ ἀνασχό μενος τὴν ἀνοσίαν αἵρεσιν τῇ μακροθυμίᾳ κρατῦναι. Πεισθεὶς τοίνυν ὡς ὁμοδόξοις, δέσποτα, γράφεις-ῥᾴδιον δέ σοι τοῦτο καὶ ἐκ πολλῶν ἡμῶν συγγραμμάτων μαθεῖν-, ἀντίδος τὰ γράμματα. Ἔστι γὰρ ταῦτα πάλιν, σὺν Θεῷ φάναι, τῆς ἀγάπης ἐκκαύματα. Πρὸ δὲ τῶν γραμμάτων, δὸς τῶν προσευχῶν τὴν βοήθειαν, καὶ τὸν ἀγαθὸν ἡμῶν ἀντιβόλησον Κύριον, πρὸς τὴν ἀπλανῆ κατευθῦναι πορείαν τοὺς ἡμετέρους πόδας, ἵνα μετὰ τῶν αὐτοῦ νόμων ἐξανύσωμεν τὸν λειπόμενον δρόμον. Ἔχων γὰρ τὴν ἐκ τῆς καθαρᾶς βιοτῆς παρρησίαν, ῥᾷστα πείσεις τὸν εὐεργετεῖν