1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

60

Πρέπει δὲ ὑμῶν τῇ ὁσιότητι μὴ παριδεῖν τοὺς ὁμόφρονας ἀδίκως ἐλαυνομένους, ἀλλὰ παῦσαι τῇ δικαίᾳ βοηθείᾳ τὴν ἀδικίαν, καὶ διδάξαι τοὺς κατὰ τῆς ἀληθείας θρασυνομένους, ὡς οὐ πάντα δρᾶν ἔξεστι τοῖς πᾶν ὁτιοῦν ἀδεῶς ποιεῖν πειρωμέ νοις. 118 ΤΩ ΑΡΧΙ∆ΙΑΚΟΝΩ ΡΩΜΗΣ. Παγχάλεπος χειμὼν ταῖς παρ' ἡμῖν Ἐκκλησίαις ἐπέσκη ψεν· οἱ δὲ τῆς ἀποστολικῆς ἀντεχόμενοι πίστεως τὴν ὑμετέ ραν ἁγιωσύνην εὔστομον ἔχουσι λιμένα καὶ εὔδιον. Οὐ γὰρ τῶν εὐαγγελικῶν ὑπερμαχεῖτε δογμάτων μόνον, ἀλλὰ καὶ τὴν καθ' ἡμῶν γεγενημένην ἀδικίαν πάντως μυσάττεσθε. Πόρρω γὰρ ἡμᾶς διάγοντας καὶ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκό τας, κατέκριναν ὡς ἠθέλησαν οἱ δικαιότατοι δικασταί, καὶ τὴν ἐκ τῆς τοῦ Θεοῦ Σωτῆρος παρουσίας μέχρι καὶ τήμερον ἐν ταῖς Ἐκκλησίαις κρατήσασαν διδασκαλίαν παραλιπόντες, και νήν τινα, καὶ νόθον, καὶ ἄντικρυς ἐναντίαν τῇ παραδόσει τῶν ἀποστόλων εἰσήγαγον, καὶ τοῖς τὰ παλαιὰ κρατοῦσι κηρύγματα προφανῶς πολεμοῦσι. Καταξίωσον τοίνυν, θεοφιλέστατε, πυρ σεῦσαι τὸν ζῆλον τοῦ πάντα ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχι επισκόπου, ὥστε καὶ τὰς τῆς Ἀνατολῆς Ἐκκλησίας τῆς ὑμετέρας ἀπολαῦσαι κηδεμονίας· καὶ διαφερόντως τῆς ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθείσης ὑπερμαχῆσαι πίσ τεως, καὶ ἄσυλον τὸν πατρῷον κλῆρον διαφυλάξαι, καὶ τὴν ἐπικειμένην ὀμίχλην ἀποσκεδάσαι, καὶ ἀντὶ τῆς σκοτομήνης καθαρὰν αἰθρίαν ἐργάσασθαι, καὶ τὴν καθ' ἡμῶν ἀδίκως γεγε νημένην ἐξελέγξαι σφαγήν. Πρέπει γάρ σου τῇ ὁσιότητι τοῖς ἄλλοις αὐτῆς κατορθώμασι καὶ τοῦτον προσθεῖναι τὸν ζῆλον. 119 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἔγνω πάντως τὸ ὑμέτερον μέγεθος τὰ παρὰ τῶν δικαιοτά των ἐν Ἐφέσῳ γενόμενα δικαστῶν. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἡ ὀρθοτάτη ψῆφος αὐτῶν. Ποία γὰρ Ἐκκλησία τὴν ἐντεῦθεν ἐπαναστᾶσαν οὐκ ἐδέξατο ζάλην; Οἱ μὲν γὰρ ἠδίκησαν, οἱ δὲ ἠδικήθησαν· οἱ δὲ τοῦτο μήτε ὑπομείναντες, μήτε δράσαντες, τοῖς μὲν ἠδικημένοις συναλγοῦσι, τοὺς δὲ ἠδικηκότας θρηνοῦ σιν, ὡς ὠμῶς ἄγαν καὶ παρὰ πάντας τοὺς νόμους, τούς τε θείους, τούς τε ἀνθρωπίνους, τὰ οἰκεῖα κατασφάξαντας μέλη. Τοὺς μὲν γὰρ τοιχωρύχους ἁλισκομένους ἐπ' αὐτοφώρῳ κρί νουσι πρῶτον, εἴθ' οὕτω κολάζουσι οἱ δικάζοντες· καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους, καὶ τοὺς τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνάς, εἰσάγουσι πρότερον εἰς τὸ κριτήριον, καὶ τοῖς κατηγόροις ποιεῖσθαι κελεύουσι τὰς γρα φάς, καὶ τὸν τῶν μαρτύρων σκοπὸν ἐξετάζουσιν, εἰ μὴ πρὸς χάριν μαρτυροῦσι τῶν διωκόντων, εἰ μὴ τῶν φευγόντων εἰσὶ δυσμενεῖς, καὶ πρὸς τούτοις ἀπολογεῖσθαι τοῖς κατηγόροις κελεύουσι. Καὶ τοῦτο δὶς γίνεται καὶ τρίς, ἔστι δὲ ὅτε καὶ τετράκις· καὶ τότε λοιπὸν ἐν τοῖς τούτων κἀκείνων λόγοις ζητήσαντες τὴν ἀλήθειαν, τὴν ψῆφον ἐκφέρουσι. Οὗτοι δὲ ὅπως μὲν τοῖς ἄλλοις ἐδίκασαν, οὐδὲν ἐρῶ, ἵνα μὴ δόξω περιττός τις εἶναι καὶ πολυπραγμονεῖν τὰ ἀλλότρια· ὑπὲρ ἐμαυτοῦ δὲ λέγειν μόνον βιάζομαι τῆς ἀδίκου με καταναγκα ζούσης σφαγῆς. Οἴκοι γάρ με τοῦ βασιλικοῦ καθείργοντος νόμου, καὶ περαιτέρω τῶν ὅρων τῆς ὑπ' ἐμοῦ ποιμαινομένης πόλεως προβαίνειν κωλύοντος, ἐκάθισαν μὲν κατ' ἐμοῦ τὸ συνέδριον, τὸν δὲ πέντε καὶ τριάκοντα σταθμοῖς ἀφεστηκότα κατέκριναν. Καὶ ὁ μὲν τῶν ὅλων Θεὸς πρὸς τὸν πατριάρχην Ἀβραὰμ περὶ Σοδόμων ἔφη καὶ Γομόρρων· Κραυγὴ Σοδό μων καὶ Γομόρρων πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Καταβὰς οὖν ὄψο μαι, εἰ