1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

8

κοινὸν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα καὶ τοῦ σοφῶς τὰ καθ' ἡμᾶς οἰκονομοῦντος τὸ βούλημα. Στέργειν γὰρ χρὴ τὰ παρὰ τῆς ἀρρήτου σοφίας πρυτανευόμενα καὶ ταῦτα πάντως νομίζειν συμφέροντα· οἱ γὰρ τοῖς εὐσεβέσι τούτοις χρώμενοι λογισμοῖς, καὶ τῆς εὐσεβείας κομιοῦνται τὰς ἀντιδόσεις καὶ θυμηρέστε ρον βιοτεύσουσι, τῆς τῶν θρήνων ἀμετρίας ἀπαλλαγέντες. Οἱ δὲ τῷ πάθει δουλωθέντες, οὐδὲν μὲν κερδανοῦσιν ὀλοφυρόμε νοι, ἀνιαρῶς δὲ βιώσονται καὶ παροξυνοῦσι τῶν ὅλων τὸν κηδεμόνα. ∆εξάσθω τοίνυν ἡ μεγαλοπρέπειά σου παραίνεσιν πατρικήν, καὶ τὴν θαυμασίαν ἐκείνην εἰπάτω φωνήν· Ὁ Κύ ριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδο ξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλο γημένον εἰς τοὺς αἰῶνας . 16 ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Οὐκ ἔστιν, ὡς ἔοικεν, οὐδὲν προσδοκῆσαι χρηστόν. Οὐ γὰρ μόνον οὐκ ἐλώφησεν, ἀλλὰ καὶ καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν κορυφοῦται τῆς Ἐκκλησίας ἡ ζάλη. Ἧκον δὲ καὶ οἱ τὴν σύνοδον συγκαλοῦντες, καὶ ἀπέδωκαν ἄλλοις τέ τισι τῶν μητροπολιτῶν, καὶ τῷ ἡμετέρῳ, τὰ τῆς κλήσεως γράμματα. Ἀπέστειλα δὲ καὶ τῶν γραμμάτων τὸ ἴσον τῇ σῇ ὁσιότητι, ἵνα γνῷς, δέσποτα, ὡς κατὰ τὸν ποιητικὸν λόγον, κακὸν κακῷ ἐστήρικται, καὶ δεῖ μόνης ἡμῖν τῆς ∆εσποτικῆς ἀγαθότητος, ἵνα παύσῃ τὸν κλύδωνα. Ῥᾴδιον μὲν γὰρ αὐτῷ καὶ τοῦτο, ἀλλ' ἡμεῖς τῆς γαλήνης ἀνάξιοι. Ἀρκεῖ δὲ ἡμῖν τῆς ὑπομονῆς ἡ χάρις, ὡς ἂν διὰ ταύτης κρείττους τῶν πολεμούντων γενοί μεθα. Τοῦτο γὰρ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδαξεν ἡμᾶς ἐξαι τεῖν. Ποιήσει γὰρ, φησί, σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν . Τὴν δὲ σὴν φιλο θείαν παρακαλῶ ἐπιστομίζειν τοὺς μωμοσκόπους καὶ πείθειν ὡς οὐ χρὴ τοὺς ἔξω τῶν βελῶν, τὸ δὴ λεγόμενον, ὄντας σκώ πτειν τοὺς παραταττομένους, καὶ βαλλομένους καὶ βάλλον τας. Τί γὰρ διαφέρει τῷ τοιῷδε ὅπλῳ ἢ τοιῷδε τὸν ἀγωνιζό μενον χρήσασθαι καὶ καταβαλεῖν τὸν ἀντίπαλον; οὐδὲ γὰρ ὁ μέγας ∆αβὶδ παντευχίᾳ χρησάμενος κατήνεγκε τῶν ἀλλοφύ λων τὸν πρόμαχον. Ὁ δὲ Σαμψὼν ὄνου σιαγόνι χρησάμενος χιλίους κατὰ ταὐτὸν κατηκόντισε. Καὶ οὐδεὶς ἐπιμέμφεται τῇ νίκῃ οὐδὲ δειλίαν τοῦ ἀριστέως κατηγορεῖ, ὅτι μὴ δόρυ κινῶν καὶ τὴν ἀσπίδα προβαλλόμενος καὶ πολλὰ ἀκοντίζων ἢ τόξα τείνων τοὺς ἀντιπάλους νενίκηκεν. Οὕτω τοιγαροῦν καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους ἐξετάζειν χρή, καὶ μὴ ζητεῖν ὀνόματα τὴν ἔριν ἐγείροντα, ἀλλ' ἐνθυμήματα σαφῶς κηρύττοντα τὴν ἀλήθειαν καὶ τοὺς ἀντιτείνειν τολμῶντας αἰσχύνης ἀναπιμπλάντα. Τί γὰρ διαφέρει ἀνθρωποτόκον ὁμοῦ καὶ Θεοτόκον ὀνομάσαι τὴν ἁγίαν Παρθένον, ἢ καλέσαι αὐτὴν τοῦ τεχθέντος μητέρα καὶ δούλην, καὶ ἐπαγαγεῖν ὅτι μήτηρ μέν ἐστιν ὡς ἀνθρώπου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δούλη δὲ ὡς Θεοῦ, καὶ τὸ μὲν πρόφασιν συκοφαντίας παρέχον σιγῆ σαι, τὴν αὐτὴν δὲ φάναι διάνοιαν, ἑτέρᾳ κεχρημένον προσ ηγορίᾳ; Πρὸς δὲ τούτοις κἀκεῖνο χρὴ συνιδεῖν, ὡς τὸ μὲν κοι νόν ἐστιν ὄνομα, τὸ δὲ ἴδιον τῆς Παρθένου· καὶ ὅτι περὶ τούτου πᾶσα ἡ διαμάχη γεγένηται, ὡς οὐκ ὤφελεν. Καὶ οἱ πλεῖστοι δὲ τῶν ἀρχαίων Πατέρων τὴν ἐντιμοτέραν ἐπέθεσαν τῇ Παρθένῳ προσηγορίαν· τοῦτο δὲ καὶ ἡ σὴ πεποίηκε θεοσέ βεια καὶ ἐν δύο καὶ ἐν τρισὶ λόγοις. Ἔχω δὲ τούτων ἐνίους, τῆς σῆς μοι πεμψάσης φιλοθεΐας· καὶ τῷ Θεοτόκος τὸ ἀν θρωποτόκος οὐ παρέζευξας, δέσποτα, ἑτέροις δὲ ὀνόμασι τὴν τούτου διάνοιαν παρεδήλωσας. Ἐπειδὴ δὲ ἐπιμέμφεσθέ μοι καὶ ὡς τοὺς ἁγίους καὶ μακα ρίους καταλελοιπότι Πατέρας ∆ιόδωρον καὶ Θεόδωρον ἐν τῷ καταλόγῳ τῶν διδασκάλων, ἀναγκαῖον ἡγησάμην καὶ περὶ τού του βραχέα διεξελθεῖν. Πρῶτον μὲν γάρ, ὦ φίλη μοι κεφαλή, πολλοὺς καὶ ἄλλους περιφανεῖς ἄνδρας καὶ λαμπροὺς ἄγαν γεγενημένους.