1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

32

τὴν σωτηρίαν, μηδὲ προδοῦναι τῷ στόματι τοῦ διαβόλου. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος Παῦλος διετέλει ποιῶν· καὶ Γαλάτας μετὰ τὸ σωτήριον βάπτισμα καὶ τὴν τοῦ θείου Πνεύματος χορηγίαν εἰς τὴν Ἰουδαϊκὴν ἀσθένειαν ἐξοκείλαντας, καὶ περιτομὴν δεξαμένους, ὠδύρατο μὲν καὶ ἐθρήνησεν ὑπὲρ πᾶσαν μητέρα φιλόστοργον, ἐθεράπευσε δὲ καὶ τῆς ἀρρωστίας ἐκείνης ἐλευθέρους ἀπέφηνε. Καὶ ἔστιν αὐτοῦ βοῶντος ἀκοῦσαι· Τεκνία μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν . Οὕτω τὸν Κοριν θίων διδάσκαλον, τὴν μυσαρὰν ἐκείνην τετολμηκότα πορνείαν, καὶ ἐπαίδευσε πατρικῶς, καὶ ἐθεράπευσε λίαν ἐπιστημόνως, καὶ ἀποκόψας ἐν τῇ προτέρᾳ συνῆψεν ἐν τῇ δευτέρᾳ, καί φησιν· Ὥστε ὑμᾶς μᾶλλον χαρίσασθαι καὶ παρακα λέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος . Καὶ πάλιν· Ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν . Οὕτω καὶ τοῖς τῶν εἰδωλοθύτων μεταλαμβάνουσι, καὶ ἐπε τίμησεν δεόντως, καὶ παρῄνεσεν προσηκόντως, καὶ τῆς χαλε πῆς ἠλευθέρωσε πλάνης. Τούτου χάριν καὶ ὁ ∆εσπότης ἡμῶν Χριστός, τῶν ἀποστόλων τὸν πρῶτον, οὗ τὴν ὁμολογίαν οἷόν τινα κρηπίδα καὶ θεμέλιον τῆς Ἐκκλησίας κατέπηξεν, συνε χώρησεν σαλευθῆναι καὶ ἀρνηθῆναι, καὶ πάλιν αὐτὸν ἀνώρ θωσε, δύο κατὰ ταὐτὸ διδάσκων· μήτε ἑαυτοῖς θαρρεῖν, καὶ τοὺς σαλευομένους στηρίζειν. Ὀρέξατε τοίνυν χεῖρα, παρακαλῶ, τοῖς ὀλισθήσασιν, καὶ ἀναγάγετε αὐτοὺς ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ὕλεως, καὶ στήσατε ἐπὶ πέτραν τοὺς πόδας αὐτῶν · καὶ ἐμβάλετε εἰς τὸ στόμα αὐτῶν ᾆσμα καινόν, ὕμνον τῷ Θεῷ ἡμῶν· ἵνα γένηται αὐτῶν τὸ ὑπόδειγμα τῆς βλάβης ὑπό δειγμα σωτηρίας, καὶ ἴδωσι πολλοί, καὶ φοβηθῶσι, καὶ ἐλπί σωσιν ἐπὶ Κύριον τὸν Θεὸν ἡμῶν. Καὶ κωλυέσθωσαν μὲν τῆς μεταλήψεως τῶν ἱερῶν μυστηρίων, μὴ κωλυέσθωσαν δὲ τῆς τῶν κατηχουμένων εὐχῆς, μηδὲ τῆς τῶν θείων Γραφῶν ἀκρο άσεως, μηδὲ τῆς τῶν διδασκάλων παραινέσεως. Τῶν δὲ ἱερῶν κωλυέσθωσαν μυστηρίων, μὴ μέχρι θανάτου, ἀλλὰ χρόνον τινὰ ῥητόν· ἕως ἂν ἐπιγνῶσι τὴν νόσον, ἕως ἂν τὴν ὑγείαν ποθή σωσιν, ἕως ἂν ἀξίως θρηνήσωσιν, ὅτι τὸν ἀληθῆ βασιλέα καταλιπόντες πρὸς τὸν τύραννον ηὐτομόλησαν, καὶ τὸν εὐεργέ την ἐάσαντες τῷ πολεμίῳ προσεχώρησαν. Ταῦτα καὶ οἱ τῶν ἁγίων καὶ μακαρίων Πατέρων κανόνες διδάσκουσι. Γράφω δὲ ταῦτα, οὐ διδάσκων ὑμῶν τὴν ὁσιότητα, ἀλλ' ἀδελφικῶς ἀναμιμνῄσκων καὶ εἰδὼς ὅτι καὶ κυβερνήτης ἄρι στος, ἐν τῷ καιρῷ τοῦ χειμῶνος, καὶ τῆς παρὰ τῶν ναυτῶν ὑπομνήσεως δεῖται. Οὕτω καὶ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, ὁ πανεύφημος, ὁ τὰ πολυθρύλητα ἐκεῖνα θαυματουργήσας, τὴν τοῦ Ἰοθὸρ ἐδέξατο συμβουλήν, ἀνδρὸς ἔτι τῇ περὶ τὰ εἴδωλα πλάνῃ κατεχομένου. Οὐ γὰρ ἀπεῖδεν εἰς τὴν ἀσέβειαν, ἀλλὰ τῆς συμβουλῆς συνεῖδε τὸ χρήσιμον. Πρὸς δὲ τούτοις παρα καλῶ ὑμῶν τὴν ὁσιότητα σπουδαίαν ὑπὲρ ἐμοῦ τῷ Θεῷ προσ ενεγκεῖν προσευχήν, ἵνα τὰς λειπομένας μοι τῆς ζωῆς ἡμέρας κατὰ τοὺς αὐτοῦ πολιτεύσωμαι νόμους. Ταῦτα διὰ τοῦ τιμιω τάτου καὶ εὐσεβεστάτου πρεσβυτέρου Στεφάνου γέγραφα· ὃν εἶδον ἡδέως διὰ τὴν τῶν ἠθῶν κοσμιότητα. 78 ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΤΗΣ ΠΕΡΣΙΚΗΣ ΑΡΜΕΝΙΑΣ. Ὅταν ὁ κυβερνήτης τι πάθῃ, ἢ ὁ πρωρεύς, ἢ τῶν ναυτῶν ὁ πρῶτος τὴν ἐκείνου χρείαν πληροῖ, οὐκ αὐτοχειροτόνητος κυβερνήτης γινόμενος, ἀλλὰ τῆς τοῦ σκάφους προμηθούμε νος σωτηρίας. Οὕτω πάλιν ἐν πολέμῳ, τοῦ στρατηγοῦ πεσόν τος, τῶν χιλιάρχων ὁ πρῶτος τὴν στρατηγίαν κοσμεῖ, οὐ τὴν ἐξουσίαν ἁρπάζων, ἀλλὰ τῶν ὁμοφύλων φροντίζων. Οὕτω καὶ ὁ τρισμακάριος Τιμόθεος τοῦ θεσπεσίου Παύλου τὸν τόπον ἐπλήρου παρ' ἐκείνου πεμπόμενος. Προσήκει τοίνυν τὴν σὴν θεοσέβειαν καὶ