1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

12

προσδεχόμεθα τιμωρίαν. Ἵνα δὲ καὶ διδάξῃς, θαυμασιώτατε, τοὺς ἀγνοοῦντας ὅπως φρονοῦμεν, ἴσθι πιστεύειν ἡμᾶς, ὡς ἐδιδάχθημεν, εἰς τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Οὐ γὰρ εἰς δύο υἱούς, ὥς τινες συκοφαντοῦσιν, ἢ ἐμαθητεύθημεν, ἢ ἐβαπτίσ θημεν, ἢ πιστεύομεν, ἢ πιστεύειν διδάσκομεν· ἀλλ' ὥσπερ ἕνα ἴσμεν Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα, οὕτως ἕνα Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὐκ ἀρνούμεθα μέντοι τὰς τῶν φύσεων ἰδιότητας· ἀλλ' ὥσπερ ἀσεβεῖν νομίζομεν τοὺς εἰς δύο υἱοὺς διαιροῦντας τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν, οὕτω τῆς ἀληθείας πολεμίους ἀποκαλοῦμεν τοὺς συγχέειν τὰς φύσεις ἐπιχειροῦντας. Ἀσύγχυτον γὰρ ἕνωσιν γεγενῆσθαι πιστεύομεν καὶ ἴσμεν τινά τε τῆς ἀνθρωπότητος καί τινα τῆς θεότητος ἴδια. Καθάπερ γὰρ ὁ ἄνθρωπος, τὸν κοινὸν λέγω, τὸ λογικὸν καὶ θνητὸν ζῶον, ἔχει μὲν ψυχήν, ἔχει δὲ σῶμα, ἓν δὲ ζῶον νοεῖται· καὶ ἡ διαφορὰ τῶν <δύο> φύσεων οὐκ εἰς δύο πρόσωπα μερίζει τὸν ἕνα· ἐν δέ γε τῷ ἑνὶ καὶ τὴν τῆς ψυχῆς ἴσμεν ἀθανασίαν καὶ τοῦ σώματος τὴν θνητότητα· καὶ ὁμολο γοῦμεν τὴν ψυχὴν ἀόρατον, ὁρατὸν δὲ τὸ σῶμα, ἓν δὲ ζῶον, ὡς ἔφην, λογικὸν ὁμοῦ καὶ θνητόν· οὕτω τὸν Κύριον ἡμῶν καὶ Θεόν, τὸν τοῦ Θεοῦ λέγω Υἱόν, τὸν ∆εσπότην Χριστόν, καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα ἴσμεν Υἱόν· ἀδιαίρετος γὰρ ἡ ἕνω σις, ὥσπερ δὴ καὶ ἀσύγχυτος. Ἴσμεν δὲ ὅμως καὶ τὸ τῆς θεότητος ἄναρχον, καὶ τὸ τῆς ἀνθρωπότητος πρόσφατον. Ἡ μὲν γὰρ ἐκ σπέρματος Ἀβραὰμ καὶ ∆αβὶδ (ἐξ αὐτῶν γὰρ ἡ ἁγία Παρθένος)· ἡ δὲ θεία φύσις ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς πρὸ αἰώνων, ἀχρόνως, ἀπαθῶς, ἀτμήτως ἐγεννήθη. Εἰ δὲ ἀναιρε θείη σαρκὸς καὶ θεότητος τὸ διάφορον, τίσιν ὅπλοις χρησό μεθα κατὰ Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι; Πῶς δὲ αὐτῶν τὴν κατὰ τοῦ Μονογενοῦς καταλύσομεν βλασφημίαν; Νῦν γὰρ τοὺς μὲν ταπεινοὺς τῶν λόγων ὡς ἀνθρώπῳ προσ άπτομεν, τοὺς δὲ ὑψηλοὺς καὶ θεοπρεπεῖς ὡς Θεῷ, καὶ εὐπε τὴς ἄγαν ἡμῖν ἐστιν ἡ τῆς ἀληθείας ἀπόδειξις. Ἀλλὰ γὰρ ὑπερβαίνει μέτρον ἐπιστολῆς ὁ περὶ τῆς πίστεως λόγος. Ἀρκεῖ δὲ καὶ τὰ ὀλίγα ταῦτα ῥημάτια δεῖξαι τὸν τῆς ἀποστο λικῆς πίστεως χαρακτῆρα. 22 ΟΥΛΠΙΑΝΩ ΚΟΜΗΤΙ. Τοὺς λόγους φασὶν καὶ τὰ οὐκ εὖ διακείμενα τῶν ἠθῶν μεταρυθμίζειν καὶ ἀμείνω ποιεῖν. Ἐμοὶ δὲ δοκεῖ, τὰ παρὰ τῆς φύσεως εἰς κάλλος κραθέντα, αὐτὰ τοὺς λόγους κοσμεῖν, καὶ μὴ δεῖσθαι ῥημάτων· καθάπερ οὐδὲ τὰ εὖ πεφυκότα τῶν σωμά των χρῄζει τῶν ἐπεισάκτων χρημάτων. Τούτοις ὁ ἐλλογιμώ τατος Ἀθανάσιος ὁ ῥήτωρ λαμπρύνεται. Ἧσε δέ με πλέον, ἐραστὴς θερμὸς τῆς ὑμετέρας μεγαλοπρεπείας γεγονώς. Ἀεὶ γὰρ ὑμᾶς εὐφημῶν διατελεῖ. Ἁμιλλώμενος δὲ ἐγὼ καὶ διεξιὼν τὰ ὑμέτερα, τοῖς ἐπαίνοις ἐνίκων· πλείονα γὰρ ὑμῶν ἐπίστα μαι κατορθώματα. Ἀνιῶμαι δὲ μὴ πάντα ἐπαινῶν τὰ ὑμέτερα, ἀλλὰ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐλλεῖπον τοῖς ἐπαίνοις ὁρῶν· ὅπερ εἰ δοίη προσγενέσθαι Θεός, ἐν ἅπασι τοῖς τῆς ἀρετῆς εἴδεσι κατὰ πάντων σχήσετε τὸ κράτος, τῶν τὴν αὐτὴν ὑμῖν βιοτὴν μετιόντων. 23 ΑΡΕΟΒΙΝ∆Α ΠΑΤΡΙΚΙΩ. Πλοῦτον καὶ πενίαν τοῖς ἀνθρώποις διένειμεν ὁ τῶν ὅλων ∆ημιουργός τε καὶ Πρύτανις, οὐκ ἀδίκῳ ψήφῳ χρησάμενος, ἀλλ' ἀφορμὴν ὠφελείας τοῖς πλουσίοις παρέχων, τῶν πενήτων τὴν ἔνδειαν. Οὕτω καὶ τὰς παιδείας τοῖς ἀνθρώποις ἐπάγει, οὐ μόνον δίκας τῶν πεπλημμελημένων πραττόμενος, ἀλλὰ καὶ πρόφασιν εἰς φιλανθρωπίαν τοῖς εὐπόροις πορίζων. Ἐπειδὴ τοίνυν μάστιγας ἡμῖν τῆτες ἐπήνεγκεν ὁ