1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

15

δυσκληρίαν εἰς εὐκληρίαν μεταβαλεῖν· καὶ τὸν φιλάνθρω πον ὑμνῆσαι ∆εσπότην, ὅτι τοῖς ἀλλοτρίοις ἡμᾶς σωφρονίζει παθήμασι, καὶ οὐχ ἡμᾶς εἰς ἑτέρων παρέπεμψεν οἰκιάς, ἀλλ' εἰς τὰς ἡμετέρας ἄλλους ἤγαγε θύρας· καὶ φιλανθρωπίᾳ χρω μένοις ὑπισχνεῖται δώσειν ἃ μήτε λόγος εἰπεῖν, μήτε νοῦς ἰσχύει λογίσασθαι. 31 ∆ΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ πα τρὶς μὲν ἡ πολυθρύλητος Καρχηδών, γένος δὲ τὸ ἐν ἐκείνῃ γεγενημένον περίβλεπτον. Ἀλλὰ νῦν ἐξ ἐκείνης ἐληλαμένος, τὴν ξένην περινοστεῖ, καὶ τῶν φιλοθέων τὰς χεῖρας περισκο πεῖ. Ἔχει δὲ καὶ φορτίον, ἀναγκαῖον μέν, ἐπιτεῖνον δὲ τὴν φροντίδα· τὴν γαμετὴν λέγω, καὶ τὰ παιδία, καὶ τοὺς οἰκείους, ὧν ἕνεκα πλειόνων δεῖται δαπανημάτων. Ἐγὼ δὲ αὐτοῦ τὴν γνώμην τεθαύμακα. Ὡς ἐξ οὐρίων γὰρ φερόμενος, οὕτω τὸν Κυβερνήτην ὑμνεῖ, καὶ τοῦ χαλεποῦ κλύδωνος οὐ πεφρόντικεν· τὴν γὰρ εὐσέβειαν ἐκ τῆς συμφορᾶς ἐκαρπώσατο, καὶ τὸν τρισμακάριον αὐτῷ τοῦτον καρπὸν ἡ δυσκληρία προσήνεγκεν. Ἡνίκα γὰρ τῆς εὐπραξίας ἀπέλαυεν, τοὺς τοιούτους οὐ προσίετο λόγους· ἐκείνης δὲ γυμνωθείς, συναπέβαλε τὴν ἀσέ βειαν, καὶ νῦν ἔχει τὸν πλοῦτον τῆς πίστεως· οὗ δὴ χάριν τῆς δυσπραξίας ἐκείνης καταφρονεῖ. Παρακαλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην, ἀποφῆναι αὐτῷ πατρίδα τὴν ξένην, καὶ προτρέψαι τοὺς πλούτῳ κομῶντας ψυχαγωγῆσαι τὸν τῆς αὐτῆς γεγενη μένον συμμορίας, καὶ τῆς συμφορᾶς διαλῦσαι τὸ νέφος. Προσ ήκει γὰρ τοὺς τὴν αὐτὴν φύσιν λαχόντας, καὶ ὁμοίως μὲν πλημμελοῦντας, τὴν δὲ τιμωρίαν διαφυγόντας, τοῖς δυσημερίᾳ περιπεσοῦσι ψυχαγωγίαν προσφέρειν, καὶ τῇ περὶ τούτους συμπαθείᾳ τὸν Θεὸν ἱλεοῦσθαι. 32 ΘΕΟΚΤΙΣΤΩ ΕΠΙΣΚΟΠΩ. Εἰ πᾶσι τοῖς πλημμελοῦσιν ἐπέφερε παραυτίκα τὰς τιμω ρίας ὁ τῶν ὅλων Θεός, πάντας ἂν ἄρδην ἀπώλεσαν. Ἐπειδὴ δὲ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάζει, τοὺς μὲν κολάζει, τοῖς δὲ τὰς τούτων τιμωρίας ἀντὶ διδασκαλίας προσφέρει. Τοῦτο καὶ ἐφ' ἡμῶν πεποίηκεν ὁ φιλάνθρωπος. Τοὺς γὰρ ἀπὸ τῆς πάλαι μὲν Λιβύης, νῦν δὲ Ἀφρικῆς καλουμένης, ταῖς ἡμετέραις προσάγει θύραις, καὶ τὰ τούτων ἐπιδεικνὺς παθήματα, δειμαί νειν παρασκευάζει καὶ τῷ δέει πρὸς συμπάθειαν διεγείρει· καὶ δύο κατὰ ταὐτὸν ἐντεῦθεν κατασκευάζει· ἡμᾶς τε γὰρ ἐκ τῆς ἐκείνων παιδείας ὀνίνησιν, καὶ ἐκείνοις δι' ἡμῶν προσφέρει παραψυχήν. Ταύτην παρακαλῶ σου τὴν θεοσέβειαν ὀρέξαι τῷ θαυμασιωτάτῳ καὶ μεγαλοπρεπεστάτῳ Κελεστιακῷ· τὴν γὰρ ἐκείνων μητρόπολιν πάλαι κοσμήσας, νῦν οὐ πόλιν, οὐχ ἑστίαν ἔχει, οὐ τῶν ἀναγκαίων τὴν χρείαν. Προσήκει τοίνυν τοὺς κατὰ τὴν σὴν ὁσιότητα ψυχὰς ποιμαίνειν πεπιστευμέ νους εἰσηγεῖσθαι τοῖς πολίταις τὰ σύμφορα· δέονται γὰρ τῆς τοιαύτης διδασκαλίας. Οὗ δὴ χάριν ὁ θεῖος Ἀπόστολος τῷ μακαρίῳ Τίτῳ γράφων καὶ ταῦτα προστέθεικεν. Μανθανέ τωσαν δὲ οἱ ἡμέτεροι, καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας . Εἰ γὰρ ἡ ἡμετέρα πόλις, ἔρημος οὖσα καὶ ὀλίγους οἰκήτορας ἔχουσα, καὶ τούτους πτωχούς, ψυχαγωγεῖ τοὺς ἀφικνουμένους, πολλῷ μᾶλλον προσήκει τὴν Βέροιαν εὐσεβείᾳ συντεθραμμένην τοῦτο ποιεῖν· μάλιστα τῆς σῆς ὁσιότητος ἡγουμένης. 33 ΣΤΑΣΙΜΩ ΚΟΜΗΤΙ ΚΑΙ ΠΡΩΤΕΥΟΝΤΙ. Τραγικῆς ἐδεῖτο γλώττης τοῦ μεγαλοπρεπεστάτου καὶ ἐνδο ξοτάτου Κελεστιακοῦ τὰ πάθη. Ἐκεῖνοι γὰρ τὰς ἀνθρωπείας ἀποχρώντως συμφορὰς