1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

66

127 ΣΑΒΙΝΙΑΝΩ ΕΠΙΣΚΟΠΩ. Ἐπῄνεσά σου τὴν ὁσιότητα, καταλιποῦσαν τὸν ἐπίφθονον θρόνον. Ὁ γὰρ πάλαι σεβάσμιος νῦν γέγονε καταγέλαστος· ὤνιον γὰρ αὐτὸν ἡμεῖς ἐποιήσαμεν. Ἐθαύμασα δέ, μαθὼν ὡς πρὸς τοὺς ἐξελάσαντας ἔδραμες. ∆ρᾶσαι γὰρ τοὐναντίον ἐχρῆν· καὶ παρακαλούμενον ἔχεσθαι τῶν οἰάκων, φυγεῖν τὴν κυβέρνησιν, ὡς τῶν συμπλεόντων πολεμίων γεγενημένων. Ἢ οὐκ οἶσθα, θεοφιλέστατε, τίνα μὲν ὁ Σωτὴρ ὁ ἡμέτερος διὰ τῶν ἱερῶν ἀποστόλων κηρύττειν ἡμᾶς ἐδίδαξεν, τίνα δὲ νῦν θρησκεύειν ἐνομοθέτησαν οἱ τῶν ἀποστολικῶν κληρονόμοι δογμάτων; Τίς γὰρ τῶν παλαιῶν διδασκάλων, ἐξ οὗπερ κατηγ γέλη τὸ κήρυγμα μέχρι τῆς κατεχούσης νῦν σκοτομήνης, ἀκήκοε σαρκὸς καὶ θεότητος μίαν φύσιν κηρύξαντος, ἢ ἐτόλ μησε πώποτε παθητὴν ὀνομάσαι τοῦ Μονογενοῦς τὴν θεό τητα; Ταῦτα νῦν παρ' ἐνίων λέγεσθαι προφανῶς τολμᾶται, παρὰ δὲ τῶν ἄλλων περιορᾶται λεγόμενα, καὶ σιγῇ τοῦ μύσους μεταλαγχάνουσι. Τί οὖν χρὴ ποιεῖν, εἴποι τις ἄν, τοὺς ταῦτα μυσαττομένους; ∆υοῖν θάτερον εἴποιμ' ἄν· ἢ ὁμόσε χωρεῖν καὶ διελέγχειν τῶν δογμάτων τὸ κίβδηλον, ἢ φεύγειν ὡς προ φανῶς δυσσεβούντων τὴν κοινωνίαν. Καὶ γὰρ ἐγὼ τὴν κατ' ἐμοῦ γεγενημένην ἀδικίαν ὡς θείαν ἐδεξάμην εὐεργεσίαν, οὐ τοῖς ἠδικηκόσι χάριν ὁμολογῶν-πῶς γὰρ τοῖς γε ἀδελφοκτό νοις καὶ τῆς τοῦ Κάϊν γεγενημένοις μερίδος-ἀλλὰ τὸν ἐμὸν ∆εσπότην ὑμνῶν, ὅτι με καὶ τῆς τῶν ἠδικημένων κατηξίωσε μοίρας, καὶ τῶν ἠδικηκότων καὶ βλασφημούντων ἐχώρισε, καὶ τὴν ἐρασμιωτάτην ἐμοὶ ἔδωκεν ἡσυχίαν. 128 ΙΩΒΙΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Ἀβραὰμ ὁ πατριάρχης καὶ μετὰ γῆρας ἠρίστευσε· καὶ Μωϋ σῆς ὁ μέγας πρεσβύτης ἤδη γενόμενος, εἰς προσευχὴν τὰς χεῖρας ἐκτείνων, τὸν Ἀμαλὴκ κατηκόντισε· καὶ Σαμουὴλ ὁ θεσπέσιος μετὰ πολιὰν τοὺς ἀλλοφύλους ἐτρέπετο. Τούτους τὸ σεβάσμιόν σου γῆρας ζηλοῖ, κἀν τοῖς ὑπὲρ εὐσεβείας πολέ μοις ἀνδραγαθίζεται, καὶ τῶν εὐαγγελικῶν δογμάτων ὑπερ μαχεῖ, καὶ τοὺς νέους ἀποκρύπτει τῇ προθυμίᾳ τῆς γνώμης. Ἐγὼ δὲ ταῦτα ἀκούων γάννυμαι, καὶ εὐφραίνομαι, καὶ περι πτύξασθαι μὲν ποθῶ τὴν σεπτοτάτην σου πολιάν. Ἐπειδὴ δὲ τούτου διαμαρτάνω-τὴν μὲν γὰρ σὴν θεοσέβειαν οἴκοι γῆρας ἐπέχει, ἐμὲ δὲ νόμος ἐνθάδε καθείργει βασιλικός- διὰ τῶν γραμμάτων σοφίζομαι τὸ ποθούμενον, καὶ προσφέρω σου τῇ φιλοθεΐᾳ τὸν ἐμοὶ πανεπέραστον ἀσπασμόν, καὶ παρακαλῶ εὐχαῖς ἐπαμῦναι ταῖς Ἐκκλησίαις ζάλης ἐμπεπλησμέναις, καὶ μέντοι κἀμοὶ τὴν θείαν προξενῆσαι ῥοπήν, ὑπὲρ μὲν τῶν ἀποστολικῶν πολεμουμένῳ δογμάτων, δεομένῳ δὲ τῆς ἄνωθεν ἀντιλήψεως. 129 ΚΑΝ∆Ι∆Ω ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Ἐνίκησεν, ὡς ἔοικε, τὸ γῆρας τῆς θεοφιλοῦς σου ψυχῆς τὴν προθυμίαν, καὶ τὰς χεῖρας οὐκ ἔχεις συνήθως ἐκτεταμένας· διά τοι τοῦτο καὶ φιλονεικεῖ νικᾶν ὁ Ἀμαλήκ. Γενέσθωσαν τοίνυν τινὲς ἐπίκουροι τῆς ἀσθενείας, καθάπερ πάλαι ποτὲ Ὢρ καὶ Ἀαρὼν ὑπεστήριζον τοῦ νομοθέτου τὰς χεῖρας, ἵνα καὶ τὸν Ἀμαλὴκ καταλεύσῃς, καὶ τὸν Ἰσραὴλ διασώσῃς. Νῦν γὰρ μάλιστα σπουδαιοτέρων δεῖ προσευχῶν, Ἑλλήνων μὲν καὶ Ἰουδαίων, καὶ πάσης εἰρηνευούσης αἱρέσεως, μόνης δὲ τῆς Ἐκκλησίας χειμαζομένης, καὶ παγχαλέπῳ κλύδωνι περιπεσού σης. Καὶ ἡμεῖς δὲ διαφερόντως τῆς τῶν ὑμετέρων προσευχῶν δεόμεθα βοηθείας, καὶ τῶν νομισθέντων συναγωνιστῶν ἀντα γωνιζομένων.