1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

4

κοινὴν ἀνάστασιν πραγμα τεύσηται καὶ ταύτην ἡμῖν τὴν ἐλπίδα βεβαίαν παράσχῃ. Εἰ δὲ καὶ τῶν θείων ἑορτῶν παντοδαπὴν ψυχαγωγίαν προσφερου σῶν οὐ καταγωνίζῃ τῆς ἀθυμίας τὸ πάθος, παρακαλῶ σου τὴν σεμνοπρέπειαν, τοῦ προικῴου γοῦν γραμματείου τὰ μετὰ τὴν ἐπίδοσιν ἀναγνῶναι καὶ γνῶναι σαφῶς, ὡς ἡγήσατο τοῦ γάμου τοῦ θανάτου ἡ μνήμη. Τὸ γὰρ θνητὸν τῆς φύσεως ἐπιστάμε νοι καὶ προμηθούμενοι τῆς τῶν ἔτι ζώντων εἰρήνης, τὰς καλουμένας αἱρέσεις ἐπιτάττουσιν καὶ οὐ δυσχεραίνουσι πρὸ τῆς γαμικῆς συναφείας μεμνημένοι θανάτου· ἀλλὰ διαρρήδην βοῶσιν, εἰ μὲν ὁ ἀνὴρ προτελευτήσοι, συνέδοξε τόδε γενέσθαι· εἰ δὲ ἡ γυνὴ τοῦτο ὑπομείνοι τὸ πάθος, τόδε συνήρεσε. Τί τοίνυν δυσχεραίνομεν ταῦτα πρὸ τοῦ γάμου μεμαθηκότες, καὶ ταῦτα καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν προσμένοντες; Ἀνάγκη γὰρ πᾶσα διαλυθῆναι τὴν συζυγίαν, ἢ τοῦ ἀνδρὸς προτελευτῶντος, ἢ τῆς γυναικὸς προαπιούσης. Τοῦτον γὰρ ἔχει τὸν δρόμον ὁ βίος. Καὶ τὰ θεῖα τοίνυν καὶ τὰ ἀνθρώπινα σαφῶς εἰδυῖά σου ἡ θαυμασιότης, σκεδασάτω τὴν ἀθυμίαν καὶ τὴν κοινὴν ἐλπίδα τῶν εὐσεβῶν προσμεινάτω. 9 ΑΝΕΠΙΓΡΑΦΟΣ. Ἡ μὲν θεοσέβεια ὑμῶν δυσχεραίνει καὶ ἄχθεται διὰ τὴν ἀδίκως ἡμῖν καὶ δίχα κρίσεως ἐπενεχθεῖσαν ψῆφον· ἐμὲ δὲ αὐτὸ τοῦτο ψυχαγωγεῖ. Εἰ μὲν γὰρ δικαίως κατεκρίθην, ἤλγησα ἄν, ὡς παρασχὼν ἀφορμὰς εὐλόγους τοῖς κατακρίνασιν. Ἐπειδὴ δὲ ἐν τούτῳ τῷ μέρει καθαρόν μοι τὸ συνειδός, χαίρω καὶ γάννυμαι καὶ προσμένω τῶν ἄλλων λύσιν ἁμαρτη μάτων διὰ τήνδε τὴν ἀδικίαν. Οὐδὲ γὰρ ὁ Ναβουθὲ δι' ἄλλην ἀρετὴν πολυθρύλητος, ἀλλ' ὅτι τὴν ἄδικον ἐκείνην ὑπέμεινε σφαγήν. Εὔξασθαι δὲ παρακαλῶ παρὰ τοῦ Θεοῦ μὴ ἐγκατα λειφθῆναι ἡμᾶς, καὶ ὁ πολεμῶν πολεμείτω. Ἀρκεῖ γάρ μοι εἰς πᾶσαν θυμηδίαν ἡ τοῦ Θεοῦ μου εὐμένεια· κἂν αὐτὸς ἡμῖν παρῇ, τῶν λυπηρῶν ἁπάντων ὡς ἀθυρμάτων καταφρονοῦμεν. 10 ΗΛΙΑ ΣΧΟΛΑΣΤΙΚΩ. Τοὺς νόμους εἰς ἐπικουρίαν τῶν ἀδικουμένων οἱ νομοθέται γεγράφασι, καὶ τὴν ῥητορικὴν ἀσκοῦσι τέχνην οἱ τὸν δικανικὸν ἀσπαζόμενοι βίον, ἵνα τοῖς δικαίας δεομένοις βοηθείας συνη γορῶσι. Καὶ λόγων τοίνυν ῥητορικῶν καὶ τῆς τῶν νόμων ἐπι στήμης μεταλαχών, ὦ φίλη κεφαλή, εἰς δέον χρῆσαι τῇ τέχνῃ, καὶ βάλλε τῇ τέχνῃ τοὺς ἀδικοῦντας καὶ τοῖς ὑπ' ἐκείνων βαλλομένοις ἐπάμυνε, προβαλλόμενος καθάπερ ἀσπίδα τοὺς νόμους· καὶ μηδεὶς ἀδικῶν ἀπολαυέτω συνηγορίας, κἂν οἰκειό τατος ᾖ. Εἷς δὲ τούτων Ἀβράμης ὁ κάκιστος· ὃς ἀγρὸν ἐκκλη σιαστικὸν χρόνον οἰκήσας συχνόν, εἶτά τινας ἐντεῦθεν εἰς κοινωνίαν τῆς κακουργίας λαβών, τετόλμηκεν ἃ σαφῶς ὡμολό γησεν. Ἀπέστειλα δὲ σὺν αὐτῷ καὶ τὰ πεπραγμένα καὶ τοὺς ἠδικημένους καὶ τὸν εὐλαβέστατον Γερόντιον τὸν ὑποδιάκο νον· οὐχ ἵνα τοῖς νόμοις παραδῶσι τὸν ἀλιτήριον, ἀλλ' ἵνα τὴν σὴν διδάξωσιν ἃ πεπόνθασι παίδευσιν καὶ συναλγῆσαι παρα σκευάσαντες πείσωσιν ἀναγκάσαι τὸν ἀνόσιον ἄνθρωπον ἀπο δοῦναι τὰ συληθέντα. 11 ΦΛΑΒΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Φωστῆρά σε τῆς οἰκουμένης φανότατον ἀπέφηνεν τῶν ὅλων ὁ Ποιητής τε καὶ Πρύτανις καὶ τὴν βασιλείαν σκοτο μήνην εἰς καθαρὰν μετέβαλε μεσημβρίαν. Καὶ καθάπερ τὸ παρὰ τοὺς λιμένας φρυκτωρούμενον πῦρ τοῖς ναυτιλλομένοις νύκ τωρ ἐπιδείκνυσι τοῦ λιμένος τὸ στόμα, οὕτως ἡ τῆς σῆς ἁγιω σύνης ἀκτὶς τοῖς ὑπὲρ τῆς