1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

59

κριθέντων ἐγώ, δραμεῖν μὲν αὐτόθι κωλυθεὶς διὰ γραμμάτων βασιλικῶν, ἀπὼν δὲ κατακριθείς. Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύ νουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν. ∆ιά τοι τοῦτο τὴν ὑμετέραν ἁγιωσύνην παρακαλῶ πεῖσαι τὸν ἁγιώτατον καὶ ὁσιώτατον ἀρχιεπίσκοπον τῇ ἀποστολικῇ χρήσασθαι ἐξουσίᾳ καὶ εἰς τὸ ὑμέτερον ἀναδραμεῖν κελεῦσαι συνέδριον. Ἔχει γὰρ ὁ πανάγιος θρόνος ἐκεῖνος τῶν κατὰ τὴν οἰκουμένην Ἐκκλησιῶν τὴν ἡγε μονίαν διὰ πολλά, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ὅτι αἱρετικῆς μεμένηκε δυσωδίας ἀμύητος, καὶ οὐδεὶς τἀναντία φρονῶν εἰς ἐκεῖνον ἐκάθισεν, ἀλλὰ τὴν ἀποστολικὴν χάριν ἀκήρατον διεφύλαξε. Τὰ γὰρ παρ' ὑμῶν κριθησόμενα στέρξομεν, ὁποῖα ἂν ᾖ, τῇ ὑμετέρᾳ δικαιοκρισίᾳ θαρροῦντες· καὶ ἀξιοῦμεν ἀπὸ τῶν ἐγγράφων κριθῆναι. Πλείους γὰρ ἢ τριάκοντα συνέγραψα βίβλους, κατὰ Ἀρείου καὶ Εὐνομίου, κατὰ Μαρκίωνος, κατὰ Μακεδονίου, κατὰ Ἑλλήνων, κατὰ Ἰουδαίων· ἡρμήνευσα δὲ καὶ τὴν θείαν Γραφήν· καὶ ῥᾴδιον τῷ βουλομένῳ καταμαθεῖν, ὡς τοῖς ἀποστολικοῖς ἴχνεσιν ἠκολούθησα, ἕνα κηρύττων Υἱόν, ὡς ἕνα Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα· μίαν τῆς Τριάδος θεό τητα, μίαν βασιλείαν, μίαν ἐξουσίαν, ἀϊδιότητα, ἀτρεπτότητα, ἀπάθειαν, ἓν θέλημα, τελείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν θεότητα, τελείαν τὴν ἀνθρωπότητα, τὴν διὰ τὴν ἡμετέ ραν σωτηρίαν ληφθεῖσαν, καὶ ὑπὲρ ἡμῶν τῷ θανάτῳ παρα δοθεῖσαν. Οὐκ ἄλλον οἶδα τὸν Υἱὸν τοῦ ἀνθρώπου, καὶ ἄλλον τὸν Υἱὸν τοῦ Θεοῦ· ἀλλὰ τὸν αὐτόν, Υἱὸν μὲν τοῦ Θεοῦ καὶ Θεὸν ἐκ Θεοῦ γεγενημένον· Υἱὸν δὲ ἀνθρώπου, διὰ τὴν ἐκ σπέρματος Ἀβραὰμ καὶ ∆αβὶδ ληφθεῖσαν τοῦ δούλου μορφήν. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια διατελῶ διδάσκων. Ταῦτα καὶ ἐν τοῖς γράμμασι τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου ἀρχι επισκόπου τοῦ δεσπότου μου Λέοντος εὗρον ἐγκείμενα, καὶ τὸν τῶν ὅλων ὕμνησα ∆εσπότην ὅτι τοῖς ἀποστολικοῖς αὐτοῦ δόγμασι συμφωνῶ. ∆έξασθέ μου τοίνυν, παρακαλῶ, τὴν ἱκε σίαν, καὶ μὴ παρίδητε ἠδικημένον. Τούτου γὰρ δὴ χάριν καὶ τοὺς θεοφιλεστάτους πρεσβυτέρους Ὑπάτιον καὶ Ἀβράμιον τοὺς χωρεπισκόπους, καὶ Ἀλύπιον τῶν παρ' ἡμῖν μοναζόντων τὸν ἔξαρχον, πρὸς τὴν ὑμετέραν φιλοθεΐαν ἀπέστειλα, βίῳ μὲν λαμπρῷ κοσμουμένους, δυναμένους δὲ καὶ διὰ τῆς γλώτ της ἀκριβῶς ὑμᾶς διδάξαι τὰ κατὰ τὴν ἡμετέραν εὐτέλειαν. 117 ΦΛΩΡΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ. Οὐ παντελῶς ἄρα τῶν ἀνθρώπων τὸ γένος ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιλέλοιπε χάρις· ἀλλ' ἐγκατέλιπεν ἡμῖν σπέρμα τὴν ὑμετέραν ἁγιωσύνην, ἵνα μὴ ὡς Σόδομα γενηθῶ μεν καὶ Γομόρροις ὁμοιωθῶμεν. Τοῦτο ἡμᾶς ἀπαγορεύειν παντάπασιν οὐκ ἐᾷ· ἀλλὰ τοῦ χαλεποῦ χειμῶνος προσμένειν τὴν λύσιν παρεγγυᾷ· τοῦτο ἡμᾶς εὐέλπιδας ἀπεργάζεται. ∆ιά τοι τοῦτο καὶ τοὺς θεοφιλεστάτους πρεσβυτέρους Ὑπάτιον καὶ Ἀβράμιον τοὺς χωρεπισκόπους, καὶ Ἀλύπιον τῶν παρ' ἡμῖν μοναζόντων τὸν ἔξαρχον, πρὸς τὴν ὑμετέραν ἀπεστείλαμεν ἁγιότητα, ἵνα τὴν ἐπισκήψασαν ταῖς τῆς Ἀνατολῆς Ἐκκλησίαις διαλύσητε συμφοράν. Καὶ πρῶτον μὲν τὴν ἄνωθεν παρὰ τῶν ἱερῶν ἀποστόλων παραδοθεῖσαν ἡμῖν κρατύνητε πίστιν, καὶ τὴν ἐπαναστᾶσαν αἵρεσιν στηλιτεύσητε, καὶ τοὺς παρα χαράττειν τολμῶντας τῆς οἰκονομίας τὸ κήρυγμα προφανῶς ἐξελέγξητε, ἔπειτα δὲ καὶ τῶν ὑπὲρ τῆς εὐσεβείας πολεμου μένων ὑπερμαχήσητε. Ὑπὲρ γὰρ τῆς ἀποστολικῆς πίστεως, ἁγιώτατοι, τὴν ἄδικον ταύτην σφαγὴν ὑπεμείναμεν, ὡς τῶν εὐαγγελικῶν δογμάτων οὐ προιέμενοι τὴν ἀλήθειαν.