1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

16

τραγῳδοῦσιν· ἐγὼ δὲ τὴν σὴν ἐν κεφα λαίῳ διδάσκω μεγαλοπρέπειαν, ὡς πατρὶς μὲν αὐτῷ ἡ πάλαι παρὰ πάντων ᾀδομένη Λιβύη, πόλις δὲ ἡ περίβλεπτος Καρ χηδών, συμμορία δὲ καὶ πατριὰ ἡ λαμπροτάτη βουλή· πλοῦτος δὲ πολὺς καὶ ῥέων ὑπὲρ τὴν χρείαν. Ἀλλὰ ταῦτα πάντα μῦθός ἐστι νῦν, καὶ διήγημα τῶν πραγμάτων γεγυμνωμένον. Πάντων γὰρ αὐτὸν ἐκείνων ὁ βαρβαρικὸς ἐστέρησε πόλεμος. Τοιαύτη δὲ τῶν ἀνθρώπων ἡ εὐκληρία, οὐκ ἀεὶ τοῖς αὐτοῖς προσμένειν ἐθέλουσα, ἀλλὰ καὶ πρὸς ἑτέρους μεταβαίνειν ἐπειγομένη. Τοῦτον πρὸς τὴν σὴν μεγαλοπρέπειαν ξεναγῶ, καὶ τῆς παρὰ πᾶσιν ᾀδομένης φιλοτιμίας αὐτὸν ἀπολαῦσαι παρακαλῶ. Ἀξιῶ δὲ καὶ πάντας τοὺς ἐν τέλει καὶ εὐπορωτά τους διὰ τῆς σῆς αὐτὸν γνῶναι θαυμασιότητος· ἵνα κἀκείνοις πρόξενος γένῃ τοῦ κέρδους, καὶ μείζους παρὰ τοῦ φιλανθρώ που θεοῦ κομίσῃ τὰς ἀντιδόσεις. 34 ΠΑΤΡΙΚΙΩ ΚΟΜΗΤΙ. Ἅπαντα μὲν ἀξιέπαινα τὰ εἴδη τῆς ἀρετῆς· ἡ δὲ φιλανθρω πία καὶ τὰ ἄλλα κοσμεῖ. Ταύτην αἰτοῦμεν διηνεκῶς τὸν τῶν ὅλων Θεόν· διὰ ταύτην μόνην συγγνώμης ἀπολαύομεν πλημμε λοῦντες· αὕτη διακύπτειν πρὸς τοὺς πένητας παρασκευάζει τὸν πλοῦτον. Ταύτῃ λαμπρυνομένην εἰδὼς τὴν ὑμετέραν μεγα λοπρέπειαν, θαρρῶν συνίστημι τὸν θαυμασιώτατον καὶ μεγα λοπρεπέστατον Κελεστιακόν, ἄνδρα πολλῶν χρημάτων καὶ κτημάτων δεσπότην γεγενημένον, ἔρημον δὲ τούτων ἐξαπίνης γενόμενον, φέροντα δὲ τὴν πενίαν εὐκόλως, ὡς ὀλίγοι τὸν πλοῦτον. Τοῦ δὲ τῆς συμφορᾶς δράματος ἡ ὑπόθεσις Λιβύη καὶ Καρχηδών, καὶ τὰ τῶν βαρβάρων κακά. Ἐγὼ μὲν οὖν αὐτὸν πρὸς τὸ ὑμέτερον ἐξενάγησα μέγεθος· ὑμεῖς δὲ τοῖς ἄλλοις ὑποδείξατε, καὶ πρὸς οἶκτον κινήσατε. Κερδανεῖτε γὰρ μείζονα, πολλοὺς φιλανθρωπίαν διδάσκοντες. 35 ΕΙΡΗΝΑΙΩ ΕΠΙΣΚΟΠΩ. Πολλοῖς μὲν καὶ ἄλλοις, δέσποτα, διαλάμπεις εἴδεσιν ἀρε τῆς, οὐχ ἥκιστα δὲ κοσμεῖ σου τὴν ὁσιότητα φιλανθρωπία καὶ χρημάτων ὑπεροψία καὶ δεξιὰ τὴν τῶν δεομένων ἀναβλύζουσα θεραπείαν. ∆ιαφόρως δὲ τοὺς ἐν εὐπραξίᾳ τεθραμμένους, εἰς δυσκληρίαν δὲ μεταπεσόντας, πλείονος ἀξιοῖς, θεοφιλέστατε, προμηθείας. Τοῦτο σαφῶς ἐπιστάμενος, γνώριμόν σου τῇ θεοσεβείᾳ ποιῶ τὸν θαυμασιώτατον καὶ μεγαλοπρεπέστατον Κελεστιακόν· ὃν πάλαι μὲν ἐν Καρχηδόνι πλοῦτος ἐδείκνυ καὶ δυναστεία λαμπρόν· νῦν δὲ τούτων γεγυμνωμένον εὐσέβεια καὶ φιλοσοφία κοσμεῖ· φέρει γὰρ τὴν δοκοῦσαν δυσπραξίαν εὐθύμως, ἐπειδὴ καὶ τῆς ψυχικῆς αὐτῷ σωτηρίας γεγένηται πρόξενος. Οὗτος ἀφίκετο μὲν πρὸς ἡμᾶς μετὰ γραμμάτων τὴν προτέραν αὐτοῦ διδασκόντων εὐημερίαν· συχνὰς δὲ παρ' ἡμῖν διατρίψας ἡμέρας, παρέσχεν τῆς πείρας τὴν μαρτυρίαν. Οὗ δὴ χάριν αὐτὸν καὶ σπουδαιότερον τῇ σῇ συνιστῶμεν ἁγιωσύνῃ, καὶ παρακαλοῦμεν καὶ τοῖς τῆς πόλεως εὐπόροις δῆλον αὐτὸν διὰ τῆς σῆς γενέσθαι φιλοθείας· εἰκὸς γὰρ αὐτούς, τὰ κατὰ αὐτὸν μεμαθηκότας, καὶ τὴν ἴσην δείσαντας συμφοράν, σπου δάσαι διὰ τῆς συμπαθείας τὴν τιμωρίαν διαφυγεῖν. Ἀναγκά ζεται γὰρ περινοστεῖν, ἅτε δὴ πλειόνων δαπανημάτων δεόμε νος· σύνεστι γὰρ αὐτῷ καὶ γαμετὴ καὶ παιδία καὶ οἱ συμφυγόντες οἰκέται τῶν βαρβάρων τὰς χεῖρας. 36 ΠΟΜΠΕΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΕΜΕΣΗΣ. Ἀμφότερα οἶδα σαφῶς, καὶ τῶν χρημάτων τὴν σπάνιν καὶ τὴν μεγαλοψυχίαν