1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

6

Μήθυμναν, καὶ τὰς ἄλλας· ἠγνόουν δὲ τὸν τῆς ἐν ἐκείνῃ τρεφομένης ἀμπέλου καρπόν. Νῦν δὲ τοῦτον διὰ τῆς σῆς φιλοπονίας μεμάθηκα· καὶ θαυμάζω τό τε τοῦ εἴδους λευκὸν καὶ γεύσεως τὸ λεπτόν· τὴν δὲ ἡδονὴν ὁ χρόνος ἴσως προσθήσει, εἰ μὴ τροπίαν ἐργάσαιτο. Λωβᾶται γὰρ καὶ οἴνοις, ὥσπερ αὖ καὶ σώμασι καὶ φυτοῖς καὶ οἰκοδομαῖς καὶ τοῖς ἄλλοις χειροποιήτοις. Ἐμοὶ δὲ ἄχρηστός ἐστι παντελῶς, εἴγε πολυχρονίους κατὰ τὸν σὸν λόγον ποιεῖν τοὺς πίνοντας πέφυκεν. Μακρῶν γὰρ ἔγωγε χρόνων οὐκ ἐραστής· ἐπειδὴ πολλὰ καὶ χαλεπὰ τοῦ βίου τὰ κλυδώνια· μᾶλλον δὲ ἥσθην τοῦ μονάζοντος τὴν ὑγίειαν μαθών. Τῷ ὄντι μὲν γὰρ εἶχον καὶ ταύτην με νύττουσαν τὴν φροντίδα· τῶν δὲ ἰατρῶν οὐκ ἐν δίκῃ κατηγόρουν. Τοιαύτης γὰρ τὸ πάθος θεραπείας ἐδεῖτο. Ἀπέ στειλά σου τῇ εὐγενείᾳ σταμνίον μέλιτος, οἷον αἱ Κίλισσαι μελιττουργοῦσι μέλιτται, τοῦ στύρακος περισυλῶσαι τὰ ἄνθη. 14 ΑΛΕΞΑΝ∆ΡΑ. Εἰ μὲν μόνην τοῦ συμβεβηκότος ὑμῖν πάθους ἐλογιζόμην τὴν φύσιν, τῶν ψυχαγωγούντων ἂν ἐδεήθην κἀγώ, οὐ μόνον τῷ τὰ ὑμέτερα οἰκεῖα κρίνειν καὶ τὰ θυμήρη καὶ τὰ ἄλλα ὁποῖά ποτ' ἂν ᾖ, ἀλλὰ καὶ τῷ τὴν θαυμασίαν ἐκείνην καὶ ὄντως ἀξιέπαινον κεφαλὴν διαφερόντως ἠγαπηκέναι. Ἐπειδὴ δὲ ὅρος αὐτὸν θεῖος ἐνθένδε μετέστησε καὶ εἰς τὴν ἀμείνω μετέ θηκε βιοτήν, καὶ ἐκ τῆς ἐμαυτοῦ ψυχῆς ἀποσκεδάννυμι τῆς ἀθυμίας τὸ νέφος καὶ τὴν σὴν παρακαλῶ σεμνοπρέπειαν νικῆ σαι τῆς ἀθυμίας τὸ πάθος τῷ λογισμῷ καὶ εἰς καιρὸν προσ ενεγκεῖν τῇ ψυχῇ τῶν θείων λόγων τὴν ἐπῳδήν· τούτου γὰρ δὴ χάριν εὐθὺς ἐκ σπαργάνων οἷόν τινα θηλὴν ἕλκομεν τῆς ἱερᾶς Γραφῆς τὴν μέλιτταν, ἵν' ὅταν ἡμῖν προσπέσῃ πάθος προσ ενέγκωμεν ἀλεξίκακον φάρμακον τὴν διδασκαλίαν τοῦ Πνεύμα τος. Οἴδαμεν δὲ ὡς παγχάλεπον καὶ λίαν ἐστὶν ἀλγεινόν, ἀξιεράστου τινὸς ἐν πείρᾳ γεγενημένον ἔρημον ἐξαπίνης τοῦ ποθουμένου γενέσθαι, καὶ ἐν εὐκληρίᾳ γενόμενον δυσκληρίᾳ περιπεσεῖν. Ἀλλὰ τοῖς γε νοῦν ἔχουσι καὶ σώφρονι λογισμῷ κεχρημένοις, οὐδὲν τῶν ἀνθρωπίνων ἀδόκητον· οὐδὲν γὰρ τού των σταθερὸν οὐδὲ βέβαιον, οὐ κάλλος, οὐ πλοῦτος, οὐκ εὐεξία σώματος, οὐκ ἀξιώματος ὄγκος· οὐκ ἄλλο τι τῶν παρὰ τοῖς πλείστοις θαυμαζομένων. Οἱ μὲν γὰρ ἐξ ἄκρας εὐπορίας εἰς πενίαν ἐσχάτην μετέπεσον· οἱ δὲ τὴν ὑγίειαν ἀποβαλόντες παντοδαποῖς παλαίουσι πάθεσιν· ἄλλοι περιφανείᾳ σεμνυνό μενοι γένους τὸν βαρύτατον ἕλκουσι τῆς δουλείας ζυγόν. Τῷ δὲ κάλλει τοῦ σώματος καὶ νόσος λωβᾶται καὶ γῆρας λυμαί νεται. Μάλα δὲ σοφῶς τῶν ὅλων ὁ πρύτανις οὐδὲν τούτων εἴασε διαρκὲς οὐδὲ μόνιμον· ἵνα τὰς μεταβολὰς δεδιότες οἱ τούτων τετυχηκότες καταστέλλωσι τὴν ὀφρύν, καὶ τὸν τούτων εὔριπον ἐπιστάμενοι μὴ τοῖς προσκαίροις θαρρῶσιν, ἀλλ' εἰς τὸν τῶν ἀγαθῶν χορηγὸν ἔχωσι τὰς ἐλπίδας. Ταῦτα τὴν σὴν εἰδυῖαν θαυμασιότητα, τὴν ἀνθρωπείαν φύσιν καταμαθεῖν ἀξιῶ· εὑρήσεις γὰρ αὐτὴν θνητὴν οὖσαν καὶ ἐξ ἀρχῆς δεξαμέ νην τοῦ θανάτου τὸν ὅρον. Πρὸς γὰρ τὸν Ἀδὰμ ὁ τῶν ὅλων ἔφη Θεός· Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ . Ἀψευδὴς δὲ ὁ τὴν ψῆφον ἐξενεγκών, καὶ μάρτυς ἡ πεῖρα. Μία γὰρ πάν των εἴσοδος εἰς τὸν βίον , κατὰ τὴν θείαν Γραφήν, ἔξ οδός τε ἴση , καὶ πᾶς γεννώμενος προσμένει τὸν τάφον. Καὶ οὐδὲ ἴσον ἅπαντες βιοτεύουσι χρόνον· ἀλλ' οἱ μὲν πρόωροι τελευτῶσιν, οἱ δὲ εἰς ἄνδρας τελέσαντες, οἱ δὲ καὶ τῶν τοῦ γήρως ἀνιαρῶν πειραθέντες· οὕτω καὶ οἱ τοῦ γάμου δεξάμενοι τὸν ζυγὸν διαζεύγνυνται ἀνάγκη γὰρ ἢ τὸν ἄνδρα προαπ ελθεῖν, ἢ τὴν γυναῖκα προτέραν δέξασθαι τοῦ βίου τὸ τέλος. Καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν παστάδα τοὺς θρήνους ἐδέξαντο· οἱ δὲ ὀλίγον συμβιώσαντες χρόνον. Ἀπόχρη τοίνυν καὶ τὸ κοινὸν τοῦ πάθους ἀφορμὴν τῷ λογισμῷ