1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

39

μοι θατέραν τῶν ἀκοῶν ἡ κατὰ θεόν σου τελειότης οὐκ ἐφύλαξεν ἀκεραίαν, ἀλλὰ τοῖς ψευδῶς παρ' ἐκείνων εἰρημένοις ἐπίστευ σεν. Καίτοι ἐκεῖνοι μὲν τρεῖς εἰσιν ἢ τέσσαρες ἢ πέντε καὶ δέκα, ἐγὼ δὲ πολλὰς ἔχω μυριάδας ἀνθρώπων τῇ τῆς διδασκα λίας ὀρθότητι μαρτυρούσας. Ἓξ μὲν γὰρ ἔτη διετέλεσα διδάσκων ἐπὶ τοῦ τῆς μακαρίας καὶ ὁσίας μνήμης Θεοδότου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου, ὃς καὶ βίῳ λαμπρῷ καὶ τῇ τῶν θείων δογμάτων ἐκεκόσμητο γνώσει· τρία καὶ δέκα πάλιν ἕτερα ἐπὶ τοῦ μακαρίου Ἰωάννου, ὃς τοσοῦτον ἐγάννυτο διαλεγομέ νων ἡμῶν, ὡς ἄμφω τὼ χεῖρε κινεῖν καὶ διανίστασθαι πολλά κις. Ὅτι δὲ παιδόθεν τοῖς λογίοις τοῖς θείοις ἐντεθραμμένος ἀκριβῆ λίαν εἶχεν τῶν θείων δογμάτων τὴν εἴδησιν, ἐμαρτύρη σεν ἐν τοῖς γράμμασιν ἡ ἁγιότης ἡ σή. Πρὸς δὲ τούτοις ἕβδο μόν ἐστιν ἔτος τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τοῦ κυρίου ∆όμνου καὶ μέχρι τῆς σήμερον ἡμέρας, τοσούτου διεληλυθότος χρόνου, οὐδεὶς οὔτε τῶν θεοφιλεστάτων ἐπισκόπων οὔτε τῶν εὐλαβεστάτων κληρικῶν τοῖς παρ' ἡμῶν εἰρημένοις ἐμέμψατο πώποτε. Μεθ' ὅσης δὲ θυμηδίας καὶ οἱ φιλόχριστοι λαοὶ τῶν ἡμετέρων ἐπακούουσι λόγων, ῥᾴδιον σου τῇ κατὰ Θεὸν τελειό τητι παρὰ τῶν ἐκεῖθεν αὐτόσε παραγινομένων, καὶ μέντοι καὶ παρὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων μαθεῖν. Καὶ ταῦτα λέγω οὐ σεμνυνόμενος, ἀλλ' ἀπολογεῖσθαι βιαζό μενος, οὔτε μὴν λαμπρότητα ἀλλὰ ὀρθότητα μόνον τοῖς ἐμαυ τοῦ λόγοις προσμαρτυρῶν. Καὶ ὁ μέγας δὲ τῆς οἰκουμένης διδάσκαλος, ὁ θεσπέσιος Παῦλος, ἔσχατον ἑαυτὸν τῶν ἁγίων καὶ πρῶτον τῶν ἁμαρτωλῶν ὀνομάζων ἀεὶ, ἠναγκάσθη, τῶν ψευδηγόρων ἐμφράττων τὰ στόματα, τὸν τῶν οἰκείων πόνων ἐνθεῖναι κατάλογον· καὶ δείκνυς ὡς τῆς ἀνάγκης ἦν, ἀλλ' οὐ τῆς γνώμης ἡ τῶν παθημάτων διήγησις, ἐπήγαγεν· ἄφρων ἐγενόμην καυχώμενος· ὑμεῖς με ἠναγκάσατε . Ἐγὼ δὲ ἄθλιον ἐμαυτὸν καὶ τρισάθλιον οἶδα· πολλοῖς γὰρ ὑπόκειμαι πλημμελήμασι· διὰ μόνην δὲ πίστιν ἐν τῇ τῆς θείας ἐπιφανείας ἡμέρᾳ φειδοῦς τινος ἀπολαύσεσθαι προσδοκῶ. Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον. Καὶ ὥσπερ ἕνα πιστεύω εἶναι Θεὸν Πατέρα καὶ ἓν Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, οὕτως ἕνα Κύριον Ἰησοῦν Χριστόν, Υἱὸν τοῦ Θεοῦ μονογενῆ πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς τοῦ Πατρὸς ὑποστάσεως, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ κατὰ σάρκα ἐκ Μαρίας τῆς Παρθένου τεχθέντα. Οὕτω γὰρ ἡμᾶς καὶ ὁ πάνσοφος ἐδίδαξε Παῦλος· Ὧν οἱ πατέρες, φησί, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐ λογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν . Καὶ πάλιν· Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης . ∆ιὰ γάρ τοι τοῦτο καὶ Θεοτόκον ἀποκαλοῦμεν τὴν ἁγίαν Παρθένον καὶ τοὺς τῆς προσηγορίαν ταύτην παραιτουμένους, ἀλλοτρίους τῆς εὐσεβείας ἡγούμεθα. Ὡσαύτως δὲ καὶ τοὺς εἰς δύο πρόσωπα ἢ δύο υἱοὺς ἢ δύο κυρίους μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κιβδήλους ὀνομάζομεν καὶ τῆς τῶν φιλοχρίστων ἀποκρίνομεν μοίρας. Ἠκούσαμεν γὰρ τοῦ θειοτάτου Παύλου λέγοντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα . Καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα . Καὶ αὖθις· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας . Καὶ ἑτέρωθι· Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν . Καὶ μυ ρίας δὲ τοιαύτας ἑτέρας ἔστιν εὑρεῖν παρ' αὐτῷ φωνὰς τὸν ἕνα Κύριον κηρυττούσας. Οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς βοᾷ· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν