1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

3

τῇ προθυμίᾳ καὶ ἡ εὐβουλία κοσμεῖ. Ταῦτα ἐγὼ μὲν πρὸς τὸ δεδομένον τῆς γνώσεως διέκρινα μέτρον· ὁ δὲ καὶ τὰ πράγματα καὶ τὰ ἐνθυ μήματα σαφῶς ἐπιστάμενος ἐν τῇ τῆς ἐπιφανείας ἡμέρᾳ δεί ξει τὸν ἄμεινον βουλευσάμενον. 4 ΕΟΡΤΑΣΤΙΚΗ. Ὁ ψυχῶν καὶ σωμάτων ∆ημιουργὸς ἑκατέρᾳ φύσει τὰ πρόσ φορα δέδωκε καὶ κατὰ ταὐτὸν ἡμᾶς καὶ τοῖς νοητοῖς καὶ τοῖς αἰσθητοῖς ἐπέκλυσεν ἀγαθοῖς. Μετὰ γὰρ δὴ τῆς παναγοῦς ἑορτῆς καὶ τὸν τριπόθητον ἔδωκεν ὑετόν, ἵνα καθαρὰν ἀθυμίας τὴν πανήγυριν ἀποφήνῃ. Ἡμεῖς δὲ τὸν μεγαλόδωρον ὑμνή σαντες ∆εσπότην, τοῖς ἑορταστικοῖς συνήθως κεχρήμεθα γράμμασι καί, τὴν σὴν θεοσέβειαν προσφθεγγόμενοι, τὴν ἀπὸ τῶν προσευχῶν αἰτοῦμεν βοήθειαν. 5 ΕΟΡΤΑΣΤΙΚΗ. Φροντίσιν ἡμᾶς καὶ λύπαις μετὰ τὴν ἁμαρτίαν συζεύξας ὁ δημιουργήσας ἡμᾶς Θεὸς παρέσχεν ἡμῖν παραψυχῆς ἀφορμὰς τὰς θείας ἐν μέσῳ τεθεικὼς ἑορτάς. Αἱ γὰρ τούτων ὑποθέσεις καὶ τῶν θεοσδότων ἡμᾶς ἀναμιμνήσκουσι δωρεῶν καὶ τὴν παντελῆ τῶν ἀνιαρῶν προμηνύουσι λύσιν. Τούτων τῶν ἀγαθῶν καὶ νῦν ἀπολαύσαντες καὶ θυμηδίας ἀναπλησθέντες τὴν σὴν μεγαλοπρέπειαν προσφθεγγόμεθα καὶ τῆς φιλίας τὸ μέτρον ἐκτίνομεν κατὰ τὸν νόμον τῆς ἑορτῆς. 6 ΕΟΡΤΑΣΤΙΚΗ. Παρέσχεν ἡμῖν ὁ φιλάνθρωπος ∆εσπότης μετὰ τῆς τοῦ φιλοχρίστου λαοῦ προθυμίας ἐπιτελέσαι τὴν θείαν καὶ σωτή ριον ἑορτὴν καὶ τοὺς τῆς πνευματικῆς ὠφελείας ἐξ αὐτῆς τρυγῆσαι καρπούς. Τὴν περὶ ἡμᾶς τοίνυν διάθεσιν τῆς σῆς εὐλαβείας εἰδώς, δῆλον αὐτῇ διὰ γραμμάτων τοῦτο ποιῶ. Ἥδονται γὰρ οἱ εὖ περί τινας διακείμενοι, ὅταν τι περὶ αὐτῶν θυμῆρες ἀκούσωσιν. 7 ΘΕΟΝΙΛΛΗ. Πάλαι ἂν ἐγεγράφειν, εἰ πάλαι ἐγνώκειν τὴν τελευτὴν τοῦ μεγαλοπρεπεστάτου τῆς σῆς σεμνοπρεπείας ὁμοζύγου. Καὶ νῦν δὲ γράφω, οὐχ ἵνα τὴν τῆς ἀθυμίας ὑπερβολὴν λόγοις παραμυθητικοῖς κατευνάσω· τοῖς γὰρ ἐπισταμένοις φιλοσοφεῖν καὶ τοῦδε τοῦ βίου τὴν φύσιν ἐπεσκεμμένοις ἀπόχρη καὶ μόνος ὁ λογισμὸς ἀποσκεδάσαι τῆς λύπης τὰς τρικυμίας. Κἂν τῆς μακρᾶς ἐκείνης συνηθείας ἀναμιμνήσκῃ, αὐτὸς τοὺς θείους νόμους ἀναγιγνώσκει καὶ τοῖς ἐκείνης δάκρυσιν ἀντι τάττει καὶ τῆς φύσεως τὸν δρόμον καὶ τοῦ Θεοῦ τὸν ὅρον καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Ταῦτ' εἰδὼς οὐ δέομαι λόγων πολλῶν, ἀλλ' εἰς καιρὸν τῇ φιλοσοφίᾳ κεχρῆσθαι παρακαλῶ· καὶ νομίσαι τοῦ κατοιχομένου τὴν τελευτὴν ἀποδημίαν μακράν· καὶ προσμεῖναι τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὑπόσχεσιν. Ἀψευδὴς γὰρ ὁ τὴν ἀνάστασιν ἐπαγγειλάμενος, μᾶλλον δὲ ἀληθείας πηγή. 8 ΕΥΓΡΑΦΙΑ. Περιττὸν μὲν οἶμαι τὸ πάλιν ἐπῳδὰς τῇ λύπῃ προσφέρειν πνευματικάς. Ἀπόχρη γὰρ καὶ μόνη τῶν σωτηρίων παθημάτων ἡ μνήμη σβέσαι καὶ τὴν ἀκμάζουσαν ἀθυμίαν. Ὑπὲρ γὰρ τῆς τῶν ἀνθρώπων ταῦτα γεγένηται φύσεως. Τὸν γὰρ θάνατον ὁ ∆εσπότης κατέλυσεν, οὐχ ἵνα ἓν σῶμα κρεῖττον ἀποφήνῃ θανάτου· ἀλλ' ἵνα δι' ἐκείνου τὴν