1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

53

ἀπειλοῦσι καὶ δεδίττονται, γράμματα δὲ προφανῶς τοῦτο κελεύοντα οὐ πέμπουσιν; ∆υοῖν γὰρ θάτερον, ἢ οὐ πείθεται γράψαι ὁ εὐσεβέστατος βασιλεύς, ἢ κατασκευά ζουσι παρανομῆσαι ἡμᾶς καὶ δίκας ὑπ' αὐτῶν ὕστερον τῆς παρανομίας ἀπαιτηθῆναι. Πρόκειται γὰρ ἡμῖν τὸ κατὰ τὸν μακάριον Πριγκίπιον ὑπόδειγμα· ἐκεῖ γὰρ καὶ ἐγγράφως κελεύ σαντες, δίκας ἀπῄτουν τὸν ὑπακούσαντα. Ἃ δὲ ἀνέγνων κατ' αὐτὴν τὴν ἡμέραν, καθ' ἣν ὁ λεκτικά ριος ἀφίκετο, γράμματα, ἐναντία τούτοις ἐστίν. Ἅγιος γάρ τις μονάζων τῶν ἐπισήμων ἔγραψε πρός τινα, ὡς ἐδέξατο γράμματα καὶ τοῦ μεγαλοπρεπεστάτου σπαθαρίου, καὶ τοῦ ἐνδοξοτάτου ἀπὸ μαγίστρων, σημαίνοντα ὡς διορθώσεως τεύ ξεται τὰ κατὰ τὸν θεοφιλέστατον ἐπίσκοπον τὸν κύριον Εἰρη ναῖον· καὶ ταύτης γε τῆς σπουδῆς ἀντιδόσεις ἀπῄτουν τὰς ὑπὲρ αὐτῶν προσευχάς. Ἐγὼ τοίνυν νομίζω χρῆναι γραφῆναι πρὸς τοὺς γεγραφότας ἀπὸ τῆς βασιλευούσης πόλεως κληρικούς, ὅτι ψήφῳ μὲν τῶν τῆς Φοινίκης θεοφιλεστάτων ἐπισκόπων πεισθείς, ἐχει ροτόνησα τὸν θεοφιλέστατον ἐπίσκοπον Εἰρηναῖον· τόν τε ζῆλον καὶ τὴν μεγαλοψυχίαν καὶ τὴν φιλοπτωχείαν καὶ τὰς ἄλλας αὐτῷ συνειδὼς ἀρετάς, καὶ πρὸς τούτοις, τὴν τῶν δογ μάτων ὀρθότητα. Οὐκ οἴδαμεν γὰρ αὐτὸν παραιτησάμενον πώποτε Θεοτόκον καλέσαι τὴν ἁγίαν Παρθένον, ἢ ἄλλο τι ἐναντίον φρονήσαντα τοῖς εὐαγγελικοῖς δόγμασιν. Εἰς δὲ τὸ τῆς διγαμίας, τοῖς πρὸ ἡμῶν ἠκολουθήσαμεν. Καὶ γὰρ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Ἀλέξανδρος, ὁ τὸν ἀποστολικὸν τοῦτον διακοσμήσας θρόνον, σὺν τῷ μακαριωτάτῳ Ἀκακίῳ τῷ Βεροίας ἐπισκόπῳ, τὸν τῆς μακαρίας μνήμης ∆ιογένην ἐχει ροτόνησαν δίγαμον ὄντα· ὡσαύτως δὲ καὶ ὁ μακάριος Πραύ λιος ∆ομνῖνον τὸν Καισαρείας δίγαμον ὄντα. Ἔθει τοίνυν ἠκολουθήσαμεν, καὶ ἀνδράσιν ἐπισήμοις, καὶ ἐπὶ γνώσει καὶ βίῳ πολυθρυλήτοις. Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα δεδιδαγμένος ὁ τῆς μακαρίας μνήμης Πρόκλος, ὁ τῆς Κωνσταντινουπολιτῶν ἐπίσκοπος, καὶ αὐτὸς τὴν χειροτονίαν ἐδέξατο, καὶ ἔγραψεν ἐπαινῶν καὶ θαυμάζων. Ὡσαύτως δὲ καὶ οἱ πρωτεύοντες τῆς Ποντικῆς διοικήσεως θεοφιλέστατοι ἐπίσκοποι, καὶ οἱ Παλαι στῖνοι πάντες, καὶ οὐδεμία ἀμφιβολία περὶ τούτου γεγένηται· καὶ δυσσεβὲς νομίζομεν τὸ κατακρῖναι ἄνδρα πολλοῖς καὶ παντοδαποῖς κατορθώμασι λαμπρυνόμενον. Ταῦτα καὶ τὰ τοιαῦτα κατὰ τὴν ἐμὴν γνώμην δεῖ γράψαι. Εἰ δὲ ἄλλο τι συνορᾷ σου ἡ ἁγιότης, τὸ δοκοῦν γινέσθω. Ἐγὼ γὰρ καὶ τὴν μίαν, ὡς νομίζουσι, τιμωρίαν δεξάμενος, ἕτοιμός εἰμι, τοῦ Θεοῦ μοι βοηθοῦντος, δέξασθαι καὶ τὴν ἄλλην. Εἰ δὲ καὶ τρίτην βούλονται, καὶ τετάρτην, τῆς θείας χάριτος ἐπερειδούσης οἴσομεν, τὸν ∆εσπότην ὑμνοῦντες· εἰ δὲ δοκι μάζει σου ἡ ὁσιότης, ἴδωμεν καὶ τὰς ἀπὸ Παλαιστίνης ἀποκρί σεις· καὶ ἀκριβέστερον τὸ πρακτέον σκοπήσαντες, οὕτω καὶ γράψωμεν εἰς Κωνσταντινούπολιν. 111 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἡ μὲν ὑμετέρα μεγαλοφυΐα τῶν εἰς ἡμᾶς εὐεργεσιῶν παρὰ τοῦ Θεοῦ τῶν ὅλων κομιεῖται τὰς ἀντιδόσεις. Πᾶν γὰρ ὁτιοῦν αὐτοῦ χάριν γιγνόμενον, μισθὸν ἔχει συνεζευγμένον. Ἐγὼ μέντοι τῶν συκοφαντιῶν τὸ πλῆθος γελῶ. Καὶ γὰρ τὰ σφοδρό τερον αἰκιζόμενα σώματα τῆς ὀδύνης οὐκ ἐπαισθάνεται, νεκρωθείσης λοιπὸν τῆς αἰκιζομένης σαρκός. Θρηνῶ δὲ ὅμως τὰ ἀθυρώτατα στόματα ψευδολογίας προφέροντα· τί γὰρ παρ' ἡμῶν ἀδικηθέντες οἱ τοῦ θεοφιλεστάτου ἐπισκόπου Ἴβα κατή γοροι ταύταις καθ' ἡμῶν ταῖς ψευδολογίαις ἐχρήσαντο; Πρῶ τον μὲν γὰρ οὐδὲ τῶν κριτῶν ἤμην ἐγώ· κατὰ γὰρ τὴν βασιλι κὴν ψῆφον ἐν τῇ Κύρρῳ διῆγον. Ἔπειτα δέ, ὡς παρὰ πολλῶν ἀκήκοα, καὶ δυσχεραίνοντες διετέλουν τὴν ἡμετέραν ἀπόλει ψιν· καὶ γὰρ τῆς μυστικῆς αὐτοὺς ἐν τῷ σωτηρίῳ Πάσχα μεταλαχεῖν κοινωνίας ἐγὼ παρεσκεύασα· καὶ πολλάκις