1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

91

τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν, τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης . Καὶ πά-λιν· Ὑμᾶς δὲ ὁ Κύριος πλεονάσαι, καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους, καὶ εἰς πάντας, καθάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς, εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν, ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μετὰ πάντων τῶν ἁγίων αὐτοῦ . Καὶ αὖθις δὲ τοῖς αὐτοῖς ἐπιστείλας καὶ ταῦτα τέθεικεν· Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοί, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτόν . Καὶ μετ' ὀλίγα δέ, τοῦ Ἀντιχρίστου τὸν ὄλεθρον προθεσπίζων, ἐπήγαγεν· Ὃν ὁ Κύριος ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ . Καὶ Ῥωμαίους δὲ εἰς ὁμόνοιαν προτρέψας καὶ ταῦτα προστέθεικε· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. Γέγραπται γάρ· Ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ . Καὶ αὐτὸς δὲ ὁ Κύριος, τὴν δευτέραν αὑτοῦ παρουσίαν προαγορεύων, πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα εἴρηκε· Τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ Χριστός, ἰδοὺ ἐκεῖ, μὴ πιστεύσητε. Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν, καὶ φαίνεται εἰς δυσμάς, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ ἀνθρώπου . Καὶ μετὰ τὴν τοῦ σώματος ἀθανασίαν καὶ ἀφ θαρσίαν, Υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν, ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάσας. Αὕτη γὰρ καὶ τότε φανήσεται. Ἡ γὰρ θεία φύσις καὶ ἀγγέλοις ἀόρατος. Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε , κατὰ τὴν αὐτοῦ τοῦ Κυρίου φωνήν. Καὶ τῷ μεγάλῳ Μωϋσεῖ ἔφη· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται . Τὸ γάρ· Οὐδένα οἴδαμεν κατὰ σάρκα, εἰ δὲ καὶ ἐγνώκαμεν Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν · οὐκ εἰς ἀναίρεσιν τῆς ληφθείσης φύσεως ὁ θεῖος εἶπεν Ἀπόστολος, ἀλλ' εἰς βεβαίωσιν τῆς ἐσομένης ἡμῖν ἀφθαρσίας τε καὶ ἀθανασίας, καὶ πνευματικῆς ζωῆς. Οὗ δὴ χάριν ἐπήγαγεν· Ὥστε εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά . Τὰ δὲ ἐσόμενα ὡς γεγενημένα εἴρηκεν. Οὐδέπω γὰρ τῆς ἀθανασίας ἐτύχομεν, τευξόμεθα δέ, καὶ τυχόντες οὐκ ἀσώματοι γενησόμεθα, ἀλλ' ἀθανασίαν ἐνδυσόμεθα. Οὐ θέλομεν γάρ , φησὶν ὁ θεῖος Ἀπόστολος, ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς . Καὶ πάλιν· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν . Οὕτω τοίνυν τὸν Κύριον οὐκ ἀσώματον εἴρηκεν, ἀλλ' ἄφθαρτον εἶναι καὶ τὴν ὁρωμένην φύσιν, καὶ ἀθάνατον, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένην πιστεύειν ἐδίδαξε. Τοῦτο γὰρ ἐν τῇ πρὸς Φιλιππησίους σαφέστερον ἡμᾶς ἐξεπαίδευσεν. Ἡμῶν γάρ, ἔφη, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ . Ἐναργῶς δὲ διὰ τούτων ἐδίδαξεν, ὅτι σῶμα μὲν ἔστι τὸ ∆εσποτικὸν σῶμα, θεῖον δὲ σῶμα, καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον. Μὴ τοίνυν φύγωμεν προσηγορίαν δι' ἧς ἀπελαύσαμεν σωτηρίας, δι' ἧς ἀνεκαινίσθη τὰ πάντα, ὡς αὐτὸς ἔφη ὁ διδάσκαλος Ἐφεσίοις γράφων· Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώ-σασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ . Μάθωμεν δὲ παρὰ τῆς μακαρίας ταυτησὶ γλώττης καὶ ὅπως δεῖ δοξάζειν τὸν εὐεργέτην, τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Χριστοῦ προσηγορίαν προσάπτοντας. Ῥωμαίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησι· Τὸ Εὐαγγέλιόν μου, καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος τε νῦν διά τε Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, καὶ εἰς ὑπ-ακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ