1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

31

εὕροι τις ἂν τῆς τελειότητος ἀπο δέοντας. Ταῦτα λογιζόμενος συνεχύθην καὶ ἀθυμίας ἐνεπλή σθην πολλῆς. Εἰ γὰρ πάσχει ἓν μέλος , κατὰ τὸν θεῖον Ἀπόστολον, συμπάσχει πάντα τὰ μέλη . Μέλη δὲ ἀλλή λων ἐσμέν, καὶ εἰς ἓν σῶμα τελοῦμεν, κεφαλὴν ἔχοντες τὸν ∆εσπότην Χριστόν. Μίαν δὲ ὅμως ἔσχον τοῦ πάθους παραψυ χήν, τὴν ὑμετέραν εἰς νοῦν λαμβάνων ὁσιότητα. Τοῖς γὰρ θείοις ἐντραφέντες λογίοις, καὶ παρὰ τοῦ ἀρχιποιμένος μεμα θηκότες τί τὸν ἀγαθὸν χαρακτηρίζει ποιμένα, εὔδηλον ὅτι τὴν ψυχὴν ὑμῶν θήσετε ὑπὲρ τῶν προβάτων. Ὁ γὰρ μισθωτός, ὅταν ἴδῃ τὸν λύκον ἐρχόμενον, φεύγει, ὅτι μισθω τός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων , κατὰ τὴν τοῦ Κυρίου φωνήν· ὁ δὲ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὑτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων . Οὕτω καὶ στρατη γὸς ἄριστος οὐκ ἐν εἰρήνῃ δείκνυσι τὴν οἰκείαν ἀνδρείαν, ἀλλ' ἐν τῷ τοῦ πολέμου καιρῷ, καὶ τοὺς ἄλλους διεγείρων, καὶ αὐτὸς προκινδυνεύων τῆς στρατιᾶς. Ἄτοπον γὰρ τῆς μὲν στρα τηγικῆς αὐτὸν ἀπολαύειν τιμῆς, ἐν δὲ τῷ τῆς χρείας καιρῷ τοὺς κινδύνους ἀποδιδράσκειν. Ταῦτα καὶ οἱ τρισμακάριοι προφῆται διετέλουν ποιοῦντες· καὶ τῆς μὲν σωματικῆς σωτηρίας ἠμέλουν· πάντα δὲ πόνον καὶ κίνδυνον ὑπὲρ τῶν μισούντων αὐτοὺς καὶ ἀποστρεφομένων Ἰουδαίων ἀνεδέχοντο. Περὶ τούτων φησὶν ὁ θεῖος Ἀπόστολος, ὅτι Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον. Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς . Οὕτως οἱ θεῖοι ἀπόστολοι πᾶ σαν περινοστοῦντες τὴν οἰκουμένην ἐκήρυττον, οὐκ οἰκίαν ἔχοντες, οὐ κλίνην, οὐ στρωμνήν, οὐ τράπεζαν, οὐκ ἄλλην τινὰ τῶν ἀναγκαίων χρείαν· ἀλλ' αἰκιζόμενοι, καὶ στρεβλούμενοι, καὶ καθειργόμενοι, καὶ μυρία θανάτων ὑπομένοντες εἴδη. Καὶ ταῦτα ὑπέμενον, οὐχ ὑπὲρ γνωρίμων ἀνθρώπων, ἀλλ' ὑπὲρ αὐτῶν ἐκείνων τῶν διωκόντων αὐτοὺς τοὺς κινδύνους αἱρού μενοι. Πολλῷ τοίνυν δικαιότερον ὑπὲρ ὁμοπίστων καὶ ἀδελφῶν καὶ τέκνων τὸν ἐπὶ τοῦ παρόντος προσβαλόντα κίνδυνον ἀναδέξασθαι. Ταύτην γὰρ τὴν φιλοστοργίαν ἔχει καὶ τῶν ἀλόγων ἡ φύσις· ἔστι γὰρ ἰδεῖν καὶ στρουθοὺς τῶν νεοττῶν ὑπερμαχοῦντας εἰς δύναμιν καὶ ἣν ἔχουσιν ἰσχὺν ὑπὲρ τού των εἰσφέροντας· καὶ τἄλλα δὲ τῶν πτηνῶν γένη τὸν ὑπὲρ τῶν ἐγγόνων κίνδυνον ἀναδέχεται. Καὶ τί λέγω τὰ πτηνά; Καὶ γὰρ ἄρκτοι καὶ παρδάλεις καὶ λύκοι καὶ λέοντες πᾶν ὁτιοῦν παθεῖν ὑπὲρ τῆς τῶν ἐγγόνων σωτηρίας αἱροῦνται· οὐ γὰρ φεύγουσι τοὺς ἐπιόντας, ἀλλὰ τὴν τούτων δέχονται προσβολὴν καὶ τῶν τέκνων ὑπερμαχοῦσι. Ταῦτα δὲ διεξῆλθον, οὐκ ἐκ τῆς τῶν ἀλόγων εἰκόνος εἰς ὑπομονὴν καὶ καρτερίαν τὴν ὑμετέραν φιλοθεΐαν ἀλείφων, ἀλλ' ἐμαυτὸν ἐπὶ τῇ ἀθυμίᾳ ψυχαγωγῶν, καὶ πείθων, ὡς οὐ καταλείψετε τοῦ Χριστοῦ τὴν ποίμνην τῶν λύκων ἐπιόντων ἀποίμαντον· ἀλλὰ τὸν ταύτης Κύριον εἰς συμμαχίαν καλέ σαντες, προθύμως ἀναδέξεσθε τὸν ὑπὲρ αὐτῆς ἀγῶνα. Ὁ γὰρ τοιοῦτος καιρὸς δείκνυσι, τίς μὲν ποιμήν, τίς δὲ μισθωτός, καὶ τίς μὲν φιλοπόνως ποιμαίνει, τίς δὲ τὸ μὲν γάλα ἐσθίει, καὶ τὰ ἔρια περιβάλλεται, τῆς δὲ τῶν προβάτων καταφρονεῖ σωτηρίας. Ἀλλὰ πιστὸς ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπ ενεγκεῖν . Ἐκεῖνο δὲ παρακαλῶ τὴν ὑμετέραν θεοσέβειαν, ὥστε τῶν σαθροτέρων πλείονα ποιήσασθαι πρόνοιαν· καὶ μὴ μόνον τοὺς σαλευομένους στηρίσαι, ἀλλὰ καὶ τοὺς πεπτωκότας ἐγεῖραι· οὐδὲ γὰρ οἱ ποιμένες τῶν νενοσηκότων ἀμελοῦσι προβάτων, ἀλλὰ χωρίζουσι μὲν αὐτὰ τῶν ἄλλων, πᾶν δὲ εἶδος αὐτοῖς θεραπείας προσφέρουσι. Τοῦτο καὶ ἡμῖν ποιητέον. Τοὺς γὰρ ὀλισθαίνοντας ἀναστῆσαι προσήκει, καὶ χεῖρα ὀρέξαι καὶ πα ραθαρσῦναι, καὶ τὰ ἐγγενόμενα δήγματα θεραπεῦσαι, καὶ μὴ ἀπαγορεῦσαι αὐτῶν